Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 14

The Plot to Kill Jesus

Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον 1δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε 2θόρυβος ἔσται τοῦ λαοῦ.

Jesus Anointed at Bethany

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, 3καὶ συντρίψασα 4τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ 5κατὰ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς 6καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ 7τοῦτο πραθῆναι ἐπάνω 8τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον 9εἰργάσατο 10ἐν ἐμοί. πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε 11αὐτοὺς 12εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ὃ 13ἔσχεν 14αὕτη ἐποίησε· προέλαβε μυρίσαι 15μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 16ἀμὴν λέγω ὑμῖν, ὅπου 17ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον 18τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Judas Agrees to Betray Jesus

Καὶ 19Ἰούδας 20ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα 21παραδῷ αὐτὸν αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ 22ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς 23εὐκαίρως αὐτὸν παραδῷ.

The Passover with the Disciples

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες 24ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ 25κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ αὐτὸς ὑμῖν δείξει 26ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· 27ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ μαθηταὶ 28αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων 29εἶπεν ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 30οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς 31καθ᾽ εἷς, Μήτι ἐγώ; 32καὶ ἄλλος, Μήτι ἐγώ; ὁ δὲ 33ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς 34ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ 35τρυβλίον. 36ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν 37ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

The Institution of the Lord’s Supper

Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν 38ὁ Ἰησοῦς ἄρτον 39εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε, Λάβετε, 40φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν 41τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου 42τὸ τῆς καινῆς διαθήκης τὸ 43περὶ πολλῶν ἐκχυνόμενον. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ 44γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Jesus Predicts Peter’s Denial

Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες 45σκανδαλισθήσεσθε, ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ 46διασκορπισθήσεται τὰ πρόβατα. 47ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ, 48Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι 49σὺ σήμερον 50ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς 51ἀπαρνήσῃ με. ὁ 52δὲ 53ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν 54με δέῃ συναποθανεῖν σοι, οὐ μή σε 55ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Jesus Prays in the Garden of Gethsemane

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα 56Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἕως 57προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ 58Ἰάκωβον καὶ 59Ἰωάννην 60μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. καὶ 61λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ 62προσελθὼν μικρὸν 63ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. 64παρένεγκε τὸ ποτήριον 65ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, 66ἀλλὰ τί σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; οὐκ 67ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ 68εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ 69ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ 70οἱ ὀφθαλμοὶ αὐτῶν 71βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί 72αὐτῷ ἀποκριθῶσι. καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε 73τὸ λοιπὸν καὶ ἀναπαύεσθε. ἀπέχει· ἦλθεν ἡ ὥρα. ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικε.

Jesus Arrested

Καὶ 74εὐθέως ἔτι αὐτοῦ λαλοῦντος 75παραγίνεται 76Ἰούδας, εἷς 77ὢν τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος 78πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων 79παρὰ τῶν ἀρχιερέων καὶ 80τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ 81ἀπαγάγετε ἀσφαλῶς. καὶ ἐλθὼν 82εὐθέως προσελθὼν αὐτῷ λέγει 83αὐτῷ, 84Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. οἱ δὲ 85ἐπέβαλον 86ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ 87ὠτίον. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν 88ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν 89ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. καὶ ἀφέντες αὐτὸν 90πάντες ἔφυγον.

A Young Man Flees

Καὶ 91εἷς τις νεανίσκος 92ἠκολούθησεν αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. καὶ κρατοῦσιν αὐτὸν 93οἱ νεανίσκοι, ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν 94ἀπ᾽ αὐτῶν.

Jesus Faces the Sanhedrin

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται 95αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν 96συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς 97τὸ φῶς. οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ 98εὕρισκον. πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς 99μέσον 100ἐπηρώτησε τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ 101οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου 102ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον 103μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς 104διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 105ἠκούσατε τῆς βλασφημίας. τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν 106εἶναι ἔνοχον θανάτου. καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν 107τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, 108Προφήτευσον. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν 109ἔβαλλον.

Peter Denies Jesus

Καὶ ὄντος τοῦ Πέτρου 110ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ 111Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. ὁ δὲ ἠρνήσατο λέγων, 112Οὐκ οἶδα 113οὔτε ἐπίσταμαι 114τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, 115καὶ ἀλέκτωρ ἐφώνησε. καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν 116πάλιν ἤρξατο λέγειν τοῖς 117παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, 118καὶ ἡ λαλιά σου ὁμοιάζει. ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ 119ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 120καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος 121τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα 122φωνῆσαι δίς, 123ἀπαρνήσῃ με τρίς. καὶ ἐπιβαλὼν ἔκλαιε.

Source notes (123)
  1. Footnote δε ¦ γαρ ᴄᴛ
  2. Footnote θορυβος εσται ¦ εσται θορυβος ᴄᴛ
  3. Footnote και ¦ — ᴄᴛ
  4. Footnote το ¦ την ᴄᴛ
  5. Footnote κατα ¦ — ᴄᴛ
  6. Footnote και λεγοντες ¦ λεγοντες ᴀɴᴛ ¦ — ᴄᴛ
  7. Footnote τουτο ¦ τουτο το μυρον ᴀɴᴛ ᴄᴛ
  8. Footnote τριακοσιων δηναριων ¦ δηναριων τριακοσιων ᴄᴛ
  9. Footnote ειργασατο ¦ ηργασατο ᴄᴛ
  10. Footnote εν εμοι ¦ εις εμε ᴛʀ
  11. Footnote αυτους ¦ αυτοις ᴄᴛ
  12. Footnote ευ ¦ παντοτε ευ ᴡʜ
  13. Footnote εσχεν ¦ ειχεν ᴛʀ
  14. Footnote αυτη ¦ — ᴄᴛ
  15. Footnote μου το σωμα ¦ το σωμα μου ᴄᴛ
  16. Footnote αμην ¦ αμην δε ᴄᴛ ʜꜰ
  17. Footnote εαν ¦ αν ᴛʀ
  18. Footnote τουτο ¦ — ᴄᴛ
  19. Footnote ιουδας ¦ ο ιουδας ʜꜰ ʀᴘ ᴛʀ
  20. Footnote ο ισκαριωτης ¦ ισκαριωθ ο ᴄᴛ
  21. Footnote παραδω αυτον ¦ αυτον παραδοι ᴄᴛ
  22. Footnote αργυριον ¦ αργυρια ᴀɴᴛ ᴘᴄᴋ
  23. Footnote ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι ᴄᴛ
  24. Footnote ετοιμασωμεν ¦ ετοιμασομεν ʜꜰ ᴘᴄᴋ
  25. Footnote καταλυμα ¦ καταλυμα μου ᴀɴᴛ ᴄᴛ
  26. Footnote ανωγαιον ¦ ανωγεον ʜꜰ ʀᴘ ᴛʀ ¦ ανωγεων ᴘᴄᴋ ¦ αναγαιον ᴄᴛ
  27. Footnote εκει ¦ και εκει ᴄᴛ
  28. Footnote αυτου ¦ — ᴄᴛ
  29. Footnote ειπεν ο ιησους ¦ ο ιησους ειπεν ᴄᴛ
  30. Footnote οι δε ¦ — ᴄᴛ
  31. Footnote καθ ¦ κατα ᴄᴛ
  32. Footnote και αλλος μητι εγω 87.5% ¦ — ᴄᴛ 8.2%
  33. Footnote αποκριθεις ¦ — ᴄᴛ
  34. Footnote εκ ¦ — ᴄᴛ
  35. Footnote τρυβλιον 96% ¦ εν τρυβλιον ᴡʜ 0.2%
  36. Footnote ο ¦ οτι ο ᴄᴛ
  37. Footnote ην ¦ — ᴄᴛ
  38. Footnote ο ιησους ¦ — ᴄᴛ
  39. Footnote ευλογησας ¦ και ευλογησας ᴘᴄᴋ
  40. Footnote φαγετε ¦ — ᴄᴛ
  41. Footnote το ¦ — ᴄᴛ
  42. Footnote το της καινης 85.2% ¦ της καινης ᴍꜱꜱ 13.7% ¦ της ᴄᴛ 0.5%
  43. Footnote περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων ᴄᴛ
  44. Footnote γενηματος ¦ γεννηματος ᴛʀ
  45. Footnote σκανδαλισθησεσθε ¦ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  46. Footnote διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ᴀɴᴛ ¦ τα προβατα διασκορπισθησονται ᴄᴛ
  47. Footnote αλλα μετα ¦ μετα δε ᴘᴄᴋ
  48. Footnote και ει ¦ ει και ᴄᴛ
  49. Footnote συ ¦ — ᴛʀ
  50. Footnote εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι ᴄᴛ
  51. Footnote απαρνηση με ¦ με απαρνηση ᴄᴛ
  52. Footnote δε ¦ δε πετρος ᴀɴᴛ
  53. Footnote εκ περισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει ᴄᴛ
  54. Footnote με δεη ¦ δεη με ꜱʙʟ ᴛʜ ᴡʜ
  55. Footnote απαρνησωμαι ¦ απαρνησομαι ᴀɴᴛ ᴄᴛ ᴛʀ
  56. Footnote γεθσημανη ¦ γεθσημανι ɴᴀ ꜱʙʟ ¦ γεθσημανει ᴛʜ ᴡʜ
  57. Footnote προσευξωμαι ¦ προσευξομαι ᴘᴄᴋ
  58. Footnote ιακωβον ¦ τον ιακωβον ɴᴀ ᴛʜ ᴛʀ ᴡʜ
  59. Footnote ιωαννην ¦ τον ιωαννην ɴᴀ ᴛʜ ¦ τον ιωανην ᴡʜ
  60. Footnote μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ ᴄᴛ
  61. Footnote λεγει ¦ λεγειν ᴀɴᴛ
  62. Footnote προσελθων ¦ προελθων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  63. Footnote επεσεν ¦ επεσεν επι προσωπον ᴀɴᴛ ¦ επιπτεν ᴄᴛ
  64. Footnote παρενεγκε ¦ παρενεγκαι ᴘᴄᴋ
  65. Footnote απ εμου τουτο ¦ τουτο απ εμου ᴄᴛ
  66. Footnote αλλα ¦ αλλ ει ᴀɴᴛ
  67. Footnote ισχυσας ¦ ισχυσατε ᴀɴᴛ
  68. Footnote εισελθητε ¦ ελθητε ᴄᴛ
  69. Footnote υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους ᴄᴛ 0.5%
  70. Footnote οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι ᴄᴛ
  71. Footnote βεβαρημενοι ¦ καταβαρυνομενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  72. Footnote αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ᴀɴᴛ ᴄᴛ
  73. Footnote το ¦ — ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
  74. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  75. Footnote παραγινεται ¦ παραγεινεται ᴛʜ
  76. Footnote ιουδας ¦ ιουδας ο ισκαριωτης ᴀɴᴛ ¦ ο ιουδας ᴡʜ
  77. Footnote ων ¦ — ᴀɴᴛ ᴄᴛ
  78. Footnote πολυς ¦ — ᴄᴛ
  79. Footnote παρα ¦ απεσταλμενοι παρα ᴀɴᴛ
  80. Footnote των ¦ — ᴀɴᴛ
  81. Footnote απαγαγετε ¦ απαγετε ꜱʙʟ ᴛʜ ᴡʜ
  82. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  83. Footnote αυτω ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ
  84. Footnote ραββι ραββι ¦ χαιρε ραββι ᴀɴᴛ ¦ ραββι ɴᴀ ꜱʙʟ ¦ ραββει ᴛʜ ᴡʜ
  85. Footnote επεβαλον ¦ επεβαλαν ꜱʙʟ ᴡʜ
  86. Footnote επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω ᴄᴛ
  87. Footnote ωτιον ¦ ωταριον ᴄᴛ
  88. Footnote εξηλθετε ¦ εξηλθατε ᴄᴛ
  89. Footnote ημην προς υμας ¦ προς υμας ημην ᴀɴᴛ
  90. Footnote παντες εφυγον ¦ εφυγον παντες ᴀɴᴛ ᴄᴛ
  91. Footnote εις τις νεανισκος 98.7% ¦ νεανισκος τις ᴄᴛ 0.5%
  92. Footnote ηκολουθησεν ¦ ηκολουθει ᴛʀ ¦ συνηκολουθει ᴄᴛ
  93. Footnote οι νεανισκοι ¦ — ᴄᴛ
  94. Footnote απ αυτων 96.7% ¦ — ᴄᴛ 0.3%
  95. Footnote αυτω ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  96. Footnote συγκαθημενος ¦ συνκαθημενος ᴛʜ ᴡʜ
  97. Footnote το ¦ — ᴇʟᴢ*
  98. Footnote ευρισκον ¦ ηυρισκον ᴄᴛ
  99. Footnote μεσον ¦ το μεσον ᴀɴᴛ ᴛʀ
  100. Footnote επηρωτησε ¦ επηρωτα ᴀɴᴛ
  101. Footnote ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν ᴄᴛ
  102. Footnote εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων ᴛʀ
  103. Footnote μετα ¦ επι ᴀɴᴛ
  104. Footnote διαρρηξας ¦ διαρηξας ᴡʜ
  105. Footnote ηκουσατε ¦ ηκουσατε παντως ᴀɴᴛ
  106. Footnote ειναι ενοχον ¦ ενοχον ειναι ᴄᴛ
  107. Footnote το προσωπον αυτου ¦ αυτου το προσωπον ᴄᴛ
  108. Footnote προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ᴀɴᴛ
  109. Footnote εβαλλον 55.1% ¦ εβαλον ᴀɴᴛ 37% ¦ ελαβον ᴄᴛ 5.7%
  110. Footnote εν τη αυλη κατω ¦ κατω εν τη αυλη ᴀɴᴛ ᴄᴛ
  111. Footnote ναζαρηνου ιησου ησθα ¦ ιησου του ναζαρηνου ησθα ᴀɴᴛ ¦ ναζαρηνου ησθα του ιησου ᴄᴛ
  112. Footnote ουκ ¦ ουτε ᴄᴛ
  113. Footnote ουτε ¦ ουδε ᴀɴᴛ ʀᴘ ᴛʀ
  114. Footnote τι συ ¦ συ τι ᴄᴛ
  115. Footnote και αλεκτωρ εφωνησε 97.2% ¦ — ᴡʜ 0.5%
  116. Footnote παλιν ηρξατο ¦ ηρξατο παλιν ᴄᴛ
  117. Footnote παρεστηκοσιν ¦ παρεστωσιν ᴄᴛ
  118. Footnote και η λαλια σου ομοιαζει ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  119. Footnote ομνυναι ¦ ομνυειν ᴛʀ
  120. Footnote και 96.6% ¦ και ευθυς ᴄᴛ 0.8%
  121. Footnote το ρημα ο ¦ του ρηματος ου ᴛʀ ¦ το ρημα ως ᴄᴛ
  122. Footnote φωνησαι δις ¦ δις φωνησαι ᴡʜ
  123. Footnote απαρνηση με τρις ¦ τρις με απαρνηση ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.