Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 15
Jesus Handed Over to Pontius Pilate
Καὶ 1εὐθέως 2ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν 3τῷ 4Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ 5Πιλᾶτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς 6εἶπεν αὐτῷ, Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς 7πολλά. ὁ δὲ 8Πιλᾶτος πάλιν 9ἐπηρώτησεν αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου 10καταμαρτυροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν 11Πιλᾶτον.
The Crowd Calls For Jesus’ Crucifixion
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, 12ὅνπερ ᾐτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν 13συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ 14ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς 15ἀεὶ ἐποίει αὐτοῖς. ὁ δὲ 16Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 17(ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.) οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ 18Πιλᾶτος 19ἀποκριθεὶς πάλιν 20εἶπεν αὐτοῖς, Τί οὖν 21θέλετε ποιήσω ὃν λέγετε 22βασιλέα τῶν Ἰουδαίων; οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. ὁ δὲ 23Πιλᾶτος ἔλεγεν αὐτοῖς, Τί γὰρ 24κακὸν ἐποίησεν; οἱ δὲ 25περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. ὁ δὲ 26Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς (ὅ ἐστι πραιτώριον) καὶ 27συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. καὶ 28ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον. καὶ ἤρξαντο ἀσπάζεσθαι 29αὐτόν, Χαῖρε, 30ὁ βασιλεὺς τῶν Ἰουδαίων. καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια 31τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. καὶ φέρουσιν αὐτὸν ἐπὶ 32Γολγοθᾶ τόπον (ὅ ἐστι 33μεθερμηνευόμενον Κρανίου Τόπος). καὶ ἐδίδουν αὐτῷ 34πιεῖν ἐσμυρνισμένον οἶνον, 35ὁ δὲ οὐκ ἔλαβε. καὶ 36σταυρώσαντες αὐτὸν 37διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾽ αὐτά, τίς τί ἄρῃ. ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 38καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν 39κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ 40ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτὸν 41καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. ὁμοίως 42καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ὁ Χριστὸς ὁ βασιλεὺς 43τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ 44πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι 45αὐτῷ ὠνείδιζον αὐτόν.
The Death of Jesus
Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας 47ἐνάτης. καὶ τῇ 48ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ 49λέγων, Ἐλωΐ, Ἐλωΐ, 50λιμὰ 51σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός 52μου, ὁ Θεός μου, εἰς τί 53με ἐγκατέλιπες; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, 54Ἰδού, 55Ἠλίαν φωνεῖ. δραμὼν δὲ 56εἷς 57καὶ γεμίσας σπόγγον ὄξους περιθείς 58τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται 59Ἠλίας καθελεῖν αὐτόν. ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο 60ἀπὸ ἄνωθεν ἕως κάτω. ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω 61κράξας ἐξέπνευσεν εἶπεν, Ἀληθῶς 62ὁ ἄνθρωπος οὗτος υἱὸς 63ἦν Θεοῦ.
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς 64ἦν καὶ 65Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ 66τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ 67Ἰωσῆ μήτηρ καὶ Σαλώμη, 68αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The Burial of Jesus
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ 69ἦν Παρασκευή (ὅ ἐστι προσάββατον), 70ἦλθεν Ἰωσὴφ 71ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς 72Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ὁ δὲ 73Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ 74πάλαι ἀπέθανε. καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ 75σῶμα τῷ Ἰωσήφ. καὶ ἀγοράσας σινδόνα 76καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ 77κατέθηκεν αὐτὸν ἐν 78μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία 79Ἰωσῆ ἐθεώρουν ποῦ 80τίθεται.
Source notes (80)
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote επι το 80% ¦ επι τω ᴍꜱꜱ 17.3% ¦ — ᴄᴛ 1.1%
- Footnote τω ¦ — ᴄᴛ
- Footnote πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote ειπεν αυτω ¦ αυτω λεγει ᴄᴛ
- Footnote πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ᴀɴᴛ ꜱᴄʀ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote επηρωτησεν ¦ επηρωτα ᴀɴᴛ ᴄᴛ
- Footnote καταμαρτυρουσιν ¦ κατηγορουσιν ᴄᴛ
- Footnote πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ
- Footnote ονπερ ητουντο ¦ ον παρητουντο ᴄᴛ
- Footnote συστασιαστων ¦ στασιαστων ᴄᴛ
- Footnote αναβοησας ¦ αναβας ᴄᴛ
- Footnote αει ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote εγινωσκε ¦ εγεινωσκε ᴛʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote αποκριθεις παλιν ¦ παλιν αποκριθεις ᴄᴛ
- Footnote ειπεν ¦ ελεγεν ᴄᴛ
- Footnote θελετε ¦ — ɴᴀ ᴛʜ ᴡʜ
- Footnote βασιλεα ¦ τον βασιλεα ᴀɴᴛ ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote κακον εποιησεν ¦ εποιησε κακον ᴀɴᴛ ᴄᴛ
- Footnote περισσοτερως ¦ περισσως ᴄᴛ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote συγκαλουσιν ¦ συνκαλουσιν ᴛʜ ᴡʜ
- Footnote ενδυουσιν ¦ ενδιδυσκουσιν ᴄᴛ
- Footnote αυτον ¦ αυτον και λεγειν ᴘᴄᴋ
- Footnote ο βασιλευς ¦ βασιλευ ᴄᴛ ᴛʀ
- Footnote τα ιδια 96.2% ¦ αυτου ɴᴀ ᴡʜ 0.8%
- Footnote γολγοθα ¦ τον γολγοθαν ᴄᴛ
- Footnote μεθερμηνευομενον ¦ μεθερμηνευομενος ᴡʜ
- Footnote πιειν ¦ — ᴄᴛ
- Footnote ο ¦ ος ᴄᴛ
- Footnote σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ᴄᴛ
- Footnote διαμεριζονται ¦ διεμεριζον ᴛʀ
- Footnote και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 11% {Note: ɴᴀ encloses this text with double brackets.}
- Footnote κινουντες ¦ κεινουντες ᴛʜ
- Footnote εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ᴄᴛ
- Footnote και καταβα ¦ καταβας ᴄᴛ
- Footnote και ¦ δε και ᴀɴᴛ ᴛʀ
- Footnote του ¦ — ᴄᴛ
- Footnote πιστευσωμεν ¦ πιστευσωμεν αυτω ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
- Footnote αυτω 95.4% ¦ συν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 1.2%
- Footnote γενομενης δε ¦ και γενομενης ᴄᴛ
- Footnote ενατης ¦ εννατης ᴛʀ
- Footnote ωρα τη ενατη ¦ ωρα τη εννατη ᴛʀ ¦ ενατη ωρα ᴄᴛ
- Footnote λεγων ¦ — ᴄᴛ
- Footnote λιμα ¦ λαμμα ᴛʀ ¦ λεμα ɴᴀ ꜱʙʟ ¦ λαμα ᴛʜ ᴡʜ
- Footnote σαβαχθανι ¦ σαβαχθανει ᴛʜ ᴡʜ
- Footnote μου ¦ — ᴘᴄᴋ
- Footnote με εγκατελιπες ¦ εγκατελιπες με ᴄᴛ
- Footnote ιδου ¦ ιδε ᴀɴᴛ ᴄᴛ
- Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
- Footnote εις ¦ τις ᴄᴛ
- Footnote και ¦ — ᴛʜ ᴡʜ
- Footnote τε ¦ — ᴄᴛ
- Footnote ηλιας ¦ ηλειας ᴡʜ
- Footnote απο ¦ απ ᴄᴛ
- Footnote κραξας 96.5% ¦ — ᴄᴛ 0.4%
- Footnote ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος ᴄᴛ
- Footnote ην θεου ¦ θεου ην ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ην και ¦ ην ᴘᴄᴋ ¦ και ᴄᴛ
- Footnote μαρια ¦ μαριαμ ᴡʜ
- Footnote του ¦ — ᴄᴛ
- Footnote ιωση ¦ ιωσητος ᴄᴛ
- Footnote αι και 88.8% ¦ και ᴍꜱꜱ 7.4% ¦ αι ᴄᴛ 3.6%
- Footnote ην παρασκευη ¦ παρασκευη ην ᴘᴄᴋ
- Footnote ηλθεν ¦ ελθων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote ο ¦ — ᴡʜ
- Footnote πιλατον ¦ τον πιλατον ɴᴀ ꜱʙʟ ¦ τον πειλατον ᴛʜ ᴡʜ
- Footnote πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ
- Footnote παλαι 97.8% ¦ ηδη ᴛʜ ᴡʜ 1.5%
- Footnote σωμα ¦ πτωμα ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote κατεθηκεν 93.8% ¦ εθηκεν ᴄᴛ 4.6%
- Footnote μνημειω ¦ μνηματι ᴡʜ
- Footnote ιωση ¦ η ιωσητος ᴄᴛ
- Footnote τιθεται ¦ τεθειται ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.