Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 16
The Resurrection
Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία 1Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν 2αὐτόν. καὶ λίαν πρωῒ 3τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι 4ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 5ἀλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ 6ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε 7δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν 8εἶπον, ἐφοβοῦντο 9γάρ.10
Jesus Appears to Mary Magdalene
Ἀναστὰς 12δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, 13ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
Jesus Appears to Two Disciples
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
The Great Commission
Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν 15ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι 16ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι 17καιναῖς· 18ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς 19βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
The Ascension
Ὁ μὲν οὖν 20Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς 21ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. 22
Ἀμήν.
Source notes (22)
- Footnote ιακωβου ¦ η του ιακωβου ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote αυτον ¦ τον ιησουν ᴘᴄᴋ
- Footnote της μιας ¦ τη μια των ᴄᴛ
- Footnote αποκεκυλισται ¦ ανακεκυλισται ᴡʜ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εξελθουσαι ¦ εξελθουσαι ταχυ ᴛʀ
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote γαρ 99.6% ¦ γαρ παντα δε τα παρηγγελμενα τοις περι τον Πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλε δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας (αμην ɴᴀ ꜱʙʟ) ᴡʜ 0.4% {Note: ɴᴀ, ꜱʙʟ, and ᴡʜ enclose this text with double brackets. ᴡʜ includes this text after verse 20.}
- Footnote ᴛʜ includes a scribal note that reads: εν τισι μεν των αντιγραφων εως ωδε πληρουται ο ευαγγελιστης εως ου και ευσεβιος ο παμφιλου εκανονισεν εν πολλοις δε και ταυτα φερεται. Variations of this note are found in 12 manuscripts (0.7%). The exact Greek text of ᴛʜ is found in 2 manuscripts (0.1%).
- Footnote {include verses 9–20} 99.8% ¦ {omit verses 9–20} 0.2% {Note: ɴᴀ, ꜱʙʟ, and ᴡʜ enclose this text with double brackets.}
- Footnote δε ¦ δε ο ιησους ᴘᴄᴋ
- Footnote αφ ¦ παρ ᴄᴛ
- Footnote υστερον ¦ υστερον δε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εγηγερμενον 88.9% ¦ εγηγερμενον εκ νεκρων ᴡʜ 10.5%
- Footnote ταυτα παρακολουθησει 98% ¦ ακολουθησει ταυτα ᴛʜ ᴡʜ 0.4%
- Footnote καιναις ¦ — ᴛʜ ᴡʜ
- Footnote οφεις 97.2% ¦ και εν ταις χερσιν οφεις ɴᴀ ᴛʜ ᴡʜ 2.2%
- Footnote βλαψη ¦ βλαψει ᴀɴᴛ ᴛʀ
- Footnote κυριος 94.2% ¦ κυριος ιησους ꜱʙʟ ᴛʜ ᴡʜ 5.3%
- Footnote ανεληφθη ¦ ανελημφθη ᴄᴛ
- Footnote αμην 97.5% ¦ — ᴇʟᴢ ɴᴀ ꜱʙʟ ᴡʜ 2.1%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.