Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 1

Dedication to Theophilus

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Gabriel Announces John’s Birth to Zechariah

Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου 1τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ 2ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς 3Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι 4ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι 5ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς 6ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου, καὶ πᾶν τὸ πλῆθος 7ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου 8Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ 9Ἰωάννην. καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ 10γεννήσει αὐτοῦ χαρήσονται. ἔσται γὰρ μέγας ἐνώπιον 11τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει 12Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν 13αὐτὸν ἐν τῷ ναῷ. ἐξελθὼν δὲ οὐκ 14ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενε κωφός. καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν 15Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα ὅτι Οὕτω μοι πεποίηκεν 16ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν 17τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

Gabriel Announces Jesus’ Birth to Mary

Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ 18ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα 19Ναζαρέτ, πρὸς παρθένον 20μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου 21Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. καὶ εἰσελθὼν 22ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε, Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· 23εὐλογημένη σὺ ἐν γυναιξίν. ἡ δὲ 24ἰδοῦσα 25διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. καὶ ἰδού, 26συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον 27Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς 28ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ 29γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ 30γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. καὶ ἰδού, 31Ἐλισάβετ ἡ 32συγγενής σου καὶ αὐτὴ 33συνειληφυῖα υἱὸν ἐν 34γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ 35τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ 36τῷ Θεῷ πᾶν ῥῆμα. εἶπε δὲ Μαριάμ, Ἰδού, ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.

Mary Visits Elizabeth

Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν 37ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν 38Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν 39ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ 40Ἐλισάβετ, καὶ ἀνεφώνησε 41φωνῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός 42με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε 43τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.

Mary’s Song of Praise

Καὶ εἶπε Μαριάμ,

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,

καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,

ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,

ὅτι ἐποίησέ μοι 44μεγαλεῖα ὁ δυνατός,

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.

καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς 45γενεῶν

τοῖς φοβουμένοις αὐτόν.

ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ·

διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

καθεῖλε δυνάστας ἀπὸ θρόνων

καὶ ὕψωσε ταπεινούς.

πεινῶντας ἐνέπλησεν ἀγαθῶν

καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,

μνησθῆναι ἐλέους,

καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,

τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ 46εἰς τὸν αἰῶνα.

Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ 47ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

The Birth of John the Baptist

Τῇ δὲ 48Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. καὶ ἐγένετο ἐν τῇ 49ὀγδόῃ ἡμέρᾳ 50ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ 51Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται 52Ἰωάννης. καὶ 53εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν 54ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι 55αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων, 56Ἰωάννης 57ἐστὶ 58τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ 59ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; 60καὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.

Zechariah’s Prophecy

Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ 61προεφήτευσε λέγων,

Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ,

ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,

καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν

ἐν 62τῷ οἴκῳ 63Δαυὶδ 64τοῦ παιδὸς αὐτοῦ,

καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων 65τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,

σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν

καὶ ἐκ χειρὸς πάντων τῶν 66μισούντων ἡμᾶς,

ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν

καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,

ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,

τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς 67τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας

λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ

ἐνώπιον αὐτοῦ 68πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

καὶ 69σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·

προπορεύσῃ γὰρ 70πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,

τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ

ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,

διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,

ἐν οἷς 71ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,

ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,

τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

Source notes (71)
  1. Footnote του ¦ — ᴄᴛ
  2. Footnote η γυνη αυτου ¦ γυνη αυτω ᴄᴛ
  3. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  4. Footnote ενωπιον ¦ εναντιον ᴄᴛ
  5. Footnote η ελισαβετ ην ¦ ην η ελισαβετ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ην η ελεισαβετ ᴡʜ
  6. Footnote ιερατειας ¦ ιερατιας ᴡʜ
  7. Footnote ην του λαου ¦ του λαου ην ᴘᴄᴋ ᴛʀ
  8. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  9. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  10. Footnote γεννησει ¦ γενεσει ᴄᴛ
  11. Footnote του ¦ — ᴛʜ ᴡʜ
  12. Footnote ηλιου ¦ ηλεια ᴛʜ ᴡʜ
  13. Footnote αυτον εν τω ναω ¦ εν τω ναω αυτον ᴄᴛ
  14. Footnote ηδυνατο ¦ εδυνατο ᴄᴛ
  15. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  16. Footnote ο ¦ — ᴄᴛ
  17. Footnote το ¦ — ᴄᴛ
  18. Footnote υπο ¦ απο ᴄᴛ
  19. Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ɴᴀ ꜱʙʟ ꜱᴄʀ
  20. Footnote μεμνηστευμενην ¦ εμνηστευμενην ᴄᴛ
  21. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  22. Footnote ο αγγελος ¦ — ᴄᴛ
  23. Footnote ευλογημενη συ εν γυναιξιν ¦ — ᴄᴛ
  24. Footnote ιδουσα ¦ — ᴄᴛ
  25. Footnote διεταραχθη επι τω λογω αυτου ¦ επι τω λογω διεταραχθη ᴄᴛ
  26. Footnote συλληψη ¦ συλλημψη ᴄᴛ
  27. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  28. Footnote εσται ¦ εσται μοι ᴀɴᴛ
  29. Footnote γινωσκω ¦ γεινωσκω ᴛʜ
  30. Footnote γεννωμενον ¦ γεννωμενον εκ σου ꜱᴄʀ
  31. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  32. Footnote συγγενης ¦ συγγενις ᴄᴛ
  33. Footnote συνειληφυια ¦ συνειληφεν ᴄᴛ
  34. Footnote γηρει ¦ γηρα ᴛʀ
  35. Footnote τη ¦ — ʜꜰ*
  36. Footnote τω θεω ¦ του θεου ᴄᴛ
  37. Footnote ορεινην ¦ ορινην ᴡʜ
  38. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  39. Footnote η ελισαβετ τον ασπασμον της μαριας ¦ τον ασπασμον της μαριας η ελισαβετ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ τον ασπασμον της μαριας η ελεισαβετ ᴡʜ
  40. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  41. Footnote φωνη ¦ κραυγη ᴄᴛ
  42. Footnote με ¦ εμε ᴄᴛ
  43. Footnote το βρεφος εν αγαλλιασει ¦ εν αγαλλιασει το βρεφος ᴄᴛ ᴛʀ
  44. Footnote μεγαλεια ¦ μεγαλα ᴄᴛ
  45. Footnote γενεων ¦ και γενεας ᴄᴛ
  46. Footnote εις τον αιωνα ¦ εως αιωνος ᴘᴄᴋ
  47. Footnote ωσει ¦ ως ᴄᴛ
  48. Footnote ελισαβετ ¦ ελεισαβετ ᴡʜ
  49. Footnote ογδοη ημερα ¦ ημερα τη ογδοη ᴄᴛ
  50. Footnote ηλθον ¦ ηλθαν ᴡʜ
  51. Footnote ζαχαριαν ¦ ζαχαχαριαν ᴀɴᴛ*
  52. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  53. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  54. Footnote εν τη συγγενεια ¦ εκ της συγγενειας ᴄᴛ
  55. Footnote αυτον ¦ αυτο ᴄᴛ
  56. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  57. Footnote εστι ¦ εσται ᴘᴄᴋ
  58. Footnote το ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  59. Footnote ορεινη ¦ ορινη ᴡʜ
  60. Footnote και ¦ και γαρ ᴄᴛ
  61. Footnote προεφητευσε ¦ επροφητευσε ᴄᴛ
  62. Footnote τω ¦ — ᴄᴛ
  63. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  64. Footnote του ¦ — ᴄᴛ
  65. Footnote των ¦ — ᴄᴛ
  66. Footnote μισουντων ¦ μεισουντων ᴛʜ
  67. Footnote των εχθρων ημων ¦ εχθρων ᴄᴛ
  68. Footnote πασας τας ημερας της ζωης ¦ πασαις ταις ημεραις ᴄᴛ
  69. Footnote συ ¦ συ δε ᴄᴛ
  70. Footnote προ προσωπου ¦ ενωπιον ᴄᴛ
  71. Footnote επεσκεψατο ¦ επισκεψεται ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.