Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 2

The Birth of Jesus

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. (αὕτη 1ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.) καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν 2ἰδίαν πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως 3Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν 4Δαυίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς 5Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ 6μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ 7ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν 8τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Angels Announce Jesus’ Birth to Shepherds

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ 9ἰδού, ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει 10Δαυίδ. καὶ τοῦτο ὑμῖν 11τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, 12κείμενον ἐν 13φάτνῃ. καὶ 14ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων,

Δόξα ἐν ὑψίστοις Θεῷ

καὶ ἐπὶ γῆς εἰρήνη·

ἐν ἀνθρώποις 15εὐδοκία.

Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, 16καὶ οἱ ἄνθρωποι οἱ ποιμένες 17εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. καὶ 18ἦλθον σπεύσαντες καὶ 19ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ 20διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. ἡ δὲ 21Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα 22συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ 23ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Καὶ ὅτε ἐπλήσθησαν 24ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν 25αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ 26συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

Jesus Presented at the Temple

Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ 27αὐτῶν κατὰ τὸν νόμον 28Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ (καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται), καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν 29νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο 30νεοσσοὺς περιστερῶν.

Καὶ ἰδού, 31ἦν ἄνθρωπος ἐν 32Ἱερουσαλὴμ ᾧ ὄνομα 33Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα 34ἦν Ἅγιον ἐπ᾽ αὐτόν. καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ 35Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν 36ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο 37αὐτὸ εἰς τὰς ἀγκάλας 38αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε,

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,

κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·

ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,

ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,

φῶς εἰς ἀποκάλυψιν ἐθνῶν

καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Καὶ ἦν 39Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. καὶ εὐλόγησεν αὐτοὺς 40Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον— καὶ σοῦ 41δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία—ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα 42ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς 43παρθενίας αὐτῆς, καὶ 44αὐτὴ χήρα 45ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο 46ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. καὶ 47αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ 48Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν 49ἐν Ἱερουσαλήμ.

The Return to Nazareth

Καὶ ὡς ἐτέλεσαν 50ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, 51ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς 52τὴν πόλιν 53ἑαυτῶν 54Ναζαρέτ. τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο 55πνεύματι πληρούμενον 56σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ 57αὐτό.

The Boy Jesus at the Temple

Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, 58ἀναβάντων αὐτῶν 59εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ 60ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν 61ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς 62συγγενέσι καὶ 63ἐν τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες 64αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ 65ζητοῦντες αὐτόν. καὶ ἐγένετο 66μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ 67πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδού, ὁ πατήρ σου 68κἀγὼ ὀδυνώμενοι 69ἐζητοῦμέν σε. καὶ εἶπε πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς 70Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα 71ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.

Καὶ Ἰησοῦς προέκοπτε 72σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Source notes (72)
  1. Footnote η ¦ — ᴄᴛ
  2. Footnote ιδιαν ¦ εαυτου ᴄᴛ
  3. Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ɴᴀ ꜱʙʟ ꜱᴄʀ
  4. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  5. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  6. Footnote μεμνηστευμενη αυτω γυναικι ¦ εμνηστευμενη αυτω ᴄᴛ
  7. Footnote εγκυω ¦ ενκυω ᴛʜ ᴡʜ
  8. Footnote τη ¦ — ᴄᴛ
  9. Footnote ιδου ¦ — ᴄᴛ
  10. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  11. Footnote το ¦ — ᴡʜ
  12. Footnote κειμενον ¦ και κειμενον ᴄᴛ
  13. Footnote φατνη ¦ τη φατνη ᴛʀ
  14. Footnote εξαιφνης ¦ εξεφνης ᴡʜ
  15. Footnote ευδοκια 98.8% ¦ ευδοκιας ᴄᴛ 0.4%
  16. Footnote και οι ανθρωποι 97% ¦ — ᴄᴛ 1.2%
  17. Footnote ειπον ¦ ελαλουν ᴄᴛ
  18. Footnote ηλθον ¦ ηλθαν ᴄᴛ
  19. Footnote ανευρον ¦ ανευραν ɴᴀ ꜱʙʟ ᴡʜ
  20. Footnote διεγνωρισαν ¦ εγνωρισαν ᴄᴛ
  21. Footnote μαριαμ ¦ μαρια ꜱʙʟ ᴛʜ ᴡʜ
  22. Footnote συμβαλλουσα ¦ συνβαλλουσα ᴡʜ
  23. Footnote υπεστρεψαν ¦ επεστρεψαν ᴛʀ
  24. Footnote ημεραι ¦ αι ημεραι ᴀɴᴛ
  25. Footnote αυτον ¦ το παιδιον ᴀɴᴛ ᴛʀ
  26. Footnote συλληφθηναι ¦ συλλημφθηναι ᴄᴛ
  27. Footnote αυτων ¦ αυτης ᴇʟᴢ ꜱᴄʀ
  28. Footnote μωσεως ¦ μωυσεως ᴀɴᴛ ᴄᴛ
  29. Footnote νομω ¦ τω νομω ᴄᴛ
  30. Footnote νεοσσους ¦ νοσσους ᴄᴛ
  31. Footnote ην ανθρωπος ¦ ανθρωπος ην ᴄᴛ
  32. Footnote ιερουσαλημ ¦ ιεροσολυμοις ᴀɴᴛ
  33. Footnote συμεων ¦ σιμεων ꜱᴄʀ
  34. Footnote ην αγιον ¦ αγιον ην ᴛʀ
  35. Footnote πνευματος ¦ πνευματι ʜꜰ*
  36. Footnote η ¦ η αν ɴᴀ ꜱʙʟ ᴡʜ ¦ αν ᴛʜ
  37. Footnote αυτο ¦ αυτον ᴀɴᴛ
  38. Footnote αυτου ¦ — ᴄᴛ
  39. Footnote ιωσηφ και η μητηρ αυτου 96.1% ¦ ο πατηρ αυτου και η μητηρ ᴄᴛ 0.5%
  40. Footnote συμεων ¦ σιμεων ꜱᴄʀ
  41. Footnote δε ¦ — ᴡʜ
  42. Footnote ετη μετα ανδρος ¦ μετα ανδρος ετη ᴄᴛ
  43. Footnote παρθενιας ¦ παρθενειας ᴛʜ
  44. Footnote αὐτὴ ¦ αὕτη ʀᴘ ᴛʀ
  45. Footnote ως ¦ εως ᴄᴛ
  46. Footnote απο ¦ — ᴄᴛ
  47. Footnote αυτη ¦ — ᴄᴛ
  48. Footnote κυριω ¦ θεω ᴄᴛ
  49. Footnote εν ¦ — ᴄᴛ
  50. Footnote απαντα ¦ παντα ᴄᴛ
  51. Footnote υπεστρεψαν ¦ επεστρεψαν ᴄᴛ
  52. Footnote την ¦ — ᴄᴛ
  53. Footnote ἑαυτῶν ¦ αὐτῶν ᴛʀ
  54. Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ɴᴀ ꜱʙʟ ꜱᴄʀ ᴛʜ
  55. Footnote πνευματι ¦ — ᴄᴛ
  56. Footnote σοφιας ¦ σοφια ᴄᴛ
  57. Footnote αυτο ¦ αυτω ᴘᴄᴋ
  58. Footnote αναβαντων ¦ αναβαινοντων ᴄᴛ
  59. Footnote εις ιεροσολυμα ¦ — ᴄᴛ
  60. Footnote εγνω ιωσηφ και η μητηρ ¦ εγνωσαν οι γονεις ᴄᴛ
  61. Footnote εν τη συνοδια ειναι ¦ ειναι εν τη συνοδια ᴄᴛ
  62. Footnote συγγενεσι ¦ συγγενευσι ᴄᴛ
  63. Footnote εν ¦ — ᴄᴛ
  64. Footnote αυτον ¦ — ᴄᴛ
  65. Footnote ζητουντες ¦ αναζητουντες ᴄᴛ
  66. Footnote μεθ ¦ μετα ᴄᴛ
  67. Footnote προς αυτον η μητηρ αυτου ειπε ¦ ειπε προς αυτον η μητηρ αυτου ᴄᴛ
  68. Footnote καγω ¦ και εγω ꜱʙʟ ᴡʜ
  69. Footnote εζητουμεν ¦ ζητουμεν ᴡʜ
  70. Footnote ναζαρετ ¦ ναζαρεθ ᴇʟᴢ ɴᴀ ꜱʙʟ ꜱᴄʀ ᴛʜ
  71. Footnote ταυτα ¦ — ɴᴀ ᴛʜ ᴡʜ
  72. Footnote σοφια ¦ εν τη σοφια ɴᴀ ¦ τη σοφια ᴡʜ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.