Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 3
The Preaching of John the Baptist
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου 1Πιλάτου τῆς Ἰουδαίας, καὶ 2τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ 3τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς 4Ἀβιληνῆς 5τετραρχοῦντος, 6ἐπὶ 7ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ 8Ἰωάννην τὸν 9Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν 10τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου 11λέγοντος,
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
πᾶσα φάραγξ πληρωθήσεται
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται,
καὶ ἔσται τὰ σκολιὰ εἰς 12εὐθεῖαν
καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν 13ποιήσωμεν; ἀποκριθεὶς δὲ 14λέγει αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. ἦλθον δὲ καὶ τελῶναι 15βαπτισθῆναι καὶ 16εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί 17ποιήσωμεν; ὁ δὲ εἶπε πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, 18Καὶ ἡμεῖς τί ποιήσωμεν; καὶ εἶπε 19πρὸς αὐτούς, Μηδένα 20διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ 21Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο 22ὁ Ἰωάννης ἅπασι λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, 23καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο 24τὸν λαόν. ὁ δὲ Ἡρῴδης ὁ 25τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς 26τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, 27καὶ κατέκλεισε τὸν 28Ἰωάννην ἐν 29τῇ φυλακῇ.
The Baptism of Jesus
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει 30ὡσεὶ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι 31λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός· ἐν σοὶ 32εὐδόκησα.
The Genealogy of Jesus
Καὶ αὐτὸς ἦν 33ὁ Ἰησοῦς 34ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὢν 35(ὡς ἐνομίζετο) υἱὸς Ἰωσήφ, τοῦ 36Ἠλί, τοῦ 37Ματθάτ, τοῦ 38Λευΐ, τοῦ 39Μελχί, τοῦ 40Ἰαννᾶ, τοῦ Ἰωσήφ, τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ 41Ἐσλί, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ 42Σεμεεί, τοῦ 43Ἰωσήφ, τοῦ 44Ἰούδα, τοῦ 45Ἰωαννάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ 46Νηρί, τοῦ 47Μελχί, τοῦ 48Ἀδδί, τοῦ Κωσάμ, τοῦ 49Ἐλμωδάμ, τοῦ Ἤρ, τοῦ 50Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ 51Ἰωρείμ, τοῦ 52Ματθάτ, τοῦ 53Λευΐ, τοῦ 54Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ 55Ἰωνάν, τοῦ 56Ἐλιακείμ, τοῦ Μελεᾶ, τοῦ 57Μαϊνάν, τοῦ Ματταθά, τοῦ 58Νάθαν, τοῦ 59Δαυίδ, τοῦ Ἰεσσαί, τοῦ 60Ὠβήδ, τοῦ 61Βοόζ, τοῦ 62Σαλμών, τοῦ Ναασσών, τοῦ 63Ἀμιναδάβ, τοῦ 64Ἀράμ, τοῦ Ἰωράμ, τοῦ 65Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ 66Θάρα, τοῦ Ναχώρ, τοῦ 67Σερούχ, τοῦ 68Ῥαγαῦ, τοῦ 69Φάλεγ, τοῦ Ἔβερ, τοῦ Σαλά, τοῦ 70Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ 71Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ 72Καϊνάν, τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.
Source notes (72)
- Footnote πιλατου ¦ πειλατου ᴛʜ ᴡʜ
- Footnote τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αβιληνης ¦ αβειληνης ᴡʜ
- Footnote τετραρχουντος ¦ τετρααρχουντος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote επι ¦ επ ᴀɴᴛ ᴛʀ
- Footnote αρχιερεως ¦ αρχιερεων ᴛʀ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ζαχαριου ¦ του ζαχαριου ᴛʀ
- Footnote την ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote λεγοντος ¦ — ᴄᴛ
- Footnote ευθειαν ¦ ευθειας ᴡʜ
- Footnote ποιησωμεν ¦ ποιησομεν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote λεγει ¦ ελεγεν ᴄᴛ
- Footnote βαπτισθηναι ¦ βαπτισθηναι υπ αυτου ᴘᴄᴋ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ποιησωμεν ¦ ποιησομεν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote και ημεις τι ποιησωμεν ¦ και ημεις τι ποιησομεν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ τι ποιησωμεν και ημεις ᴄᴛ
- Footnote προς αυτους ¦ αυτοις ᴄᴛ
- Footnote διασεισητε μηδε συκοφαντησητε ¦ συκοφαντησητε μηδε διασεισητε ᴀɴᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote ο ιωαννης απασι λεγων ¦ λεγων πασιν ο ιωαννης ɴᴀ ꜱʙʟ ᴛʜ ¦ λεγων πασιν ο ιωανης ᴡʜ
- Footnote και διακαθαριει … συναξει ¦ διακαθαραι … συναγαγειν ᴄᴛ
- Footnote τον λαον ¦ τω λαω ᴘᴄᴋ
- Footnote τετραρχης ¦ τετρααρχης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote του ¦ φιλιππου του ᴛʀ
- Footnote και ¦ — ᴛʜ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote τη ¦ — ᴄᴛ
- Footnote ωσει ¦ ως ᴄᴛ
- Footnote λεγουσαν ¦ — ᴄᴛ
- Footnote ευδοκησα ¦ ηυδοκησα ᴛʀ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ωσει ετων τριακοντα αρχομενος ¦ αρχομενος ωσει ετων τριακοντα ᴄᴛ
- Footnote ως ενομιζετο υιος ¦ υιος ως ενομιζετο ᴄᴛ
- Footnote ηλι ¦ ηλει ᴘᴄᴋ ᴛʜ ᴡʜ
- Footnote ματθατ ¦ ματθαν ᴀɴᴛ ᴘᴄᴋ ¦ μαθθατ ɴᴀ ꜱʙʟ
- Footnote λευι ¦ λευει ᴛʜ ᴡʜ
- Footnote μελχι ¦ μελχει ᴛʜ ᴡʜ
- Footnote ιαννα ¦ ιωαννα ᴀɴᴛ ¦ ιανναι ᴄᴛ
- Footnote εσλι ¦ εσλει ᴛʜ ᴡʜ ¦ εσλιμ ᴀɴᴛ
- Footnote σεμεει ¦ σεμει ʀᴘ
- Footnote ιωσηφ ¦ ιωσηχ ᴀɴᴛ ᴄᴛ
- Footnote ιουδα ¦ ιωδα ᴀɴᴛ ᴄᴛ
- Footnote ιωανναν ¦ ιωαναν ᴄᴛ ʜꜰ ʀᴘ ¦ ιωαννα ᴛʀ
- Footnote νηρι ¦ νηρει ᴛʜ ᴡʜ
- Footnote μελχι ¦ μελχει ᴛʜ ᴡʜ
- Footnote αδδι ¦ αδδει ᴛʜ ᴡʜ
- Footnote ελμωδαμ ¦ ελμαδαμ ᴄᴛ
- Footnote ιωση ¦ ιησου ᴄᴛ
- Footnote ιωρειμ ¦ ιωριμ ɴᴀ ꜱʙʟ
- Footnote ματθατ ¦ μαθθατ ᴄᴛ
- Footnote λευι ¦ λευει ᴛʜ ᴡʜ
- Footnote συμεων ¦ σιμεων ꜱᴄʀ
- Footnote ιωναν ¦ ιωναμ ᴄᴛ ᴘᴄᴋ ¦ ιωνα ᴀɴᴛ
- Footnote ελιακειμ ¦ ελιακιμ ɴᴀ ꜱʙʟ
- Footnote μαιναν ¦ μεναμ ꜱᴄʀ ¦ μεννα ᴄᴛ
- Footnote ναθαν ¦ ναθαμ ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ωβηδ ¦ ιωβηδ ɴᴀ ᴛʜ ¦ ιωβηλ ꜱʙʟ ᴡʜ
- Footnote βοοζ ¦ βοος ᴄᴛ
- Footnote σαλμων ¦ σαλα ᴄᴛ
- Footnote αμιναδαβ ¦ αμιναδαβ του αδμιν ɴᴀ ꜱʙʟ ¦ αμιναδαβ του αδμειν ᴛʜ ¦ αδμειν ᴡʜ
- Footnote αραμ του ιωραμ ¦ αραμ ʀᴘ ᴛʀ ¦ αρνι ɴᴀ ꜱʙʟ ¦ αρνει ᴛʜ ᴡʜ
- Footnote εσρωμ ¦ εσρων ᴇʟᴢ ᴡʜ
- Footnote θαρα ¦ θαρρα ʜꜰ ᴘᴄᴋ
- Footnote σερουχ ¦ σαρουχ ᴛʀ
- Footnote ραγαυ ¦ ραγαβ ᴘᴄᴋ
- Footnote φαλεγ ¦ φαλεκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote καιναν ¦ καιναμ ᴄᴛ
- Footnote ιαρεδ ¦ ιαρετ ᴄᴛ
- Footnote καιναν ¦ καιναμ ɴᴀ ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.