Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 11
The Triumphal Entry
Καὶ ὅτε ἐγγίζουσιν εἰς 1Ἱερουσαλὴμ εἰς 2Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ 3εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς 4ἀνθρώπων κεκάθικε· 5λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε 6ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ 7εὐθέως αὐτὸν 8ἀποστέλλει ὧδε. 9ἀπῆλθον δὲ καὶ εὗρον 10πῶλον δεδεμένον πρὸς 11τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ 12ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ 13εἶπον αὐτοῖς καθὼς 14ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. καὶ 15ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ 16ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ 17αὐτῷ. 18πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ 19στοιβάδας 20ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον 21λέγοντες,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
εὐλογημένη ἡ ἐρχομένη βασιλεία 22ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν 23Δαυίδ.
ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα 24ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερὸν καὶ περιβλεψάμενος πάντα, 25ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Jesus Curses the Fig Tree
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε. καὶ ἰδὼν συκῆν 26μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα 27εὑρήσει τι ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· 28οὐ γὰρ ἦν καιρὸς σύκων. καὶ ἀποκριθεὶς 29ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι 30ἐκ σοῦ εἰς τὸν αἰῶνα 31μηδεὶς καρπὸν 32φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Jesus Cleanses the Temple Courts
Καὶ 33ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν 34ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ 35ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε, καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. καὶ ἐδίδασκε 36λέγων 37αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ 38ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. καὶ ἤκουσαν οἱ 39γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν 40ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, 41ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. καὶ 42ὅτε ὀψὲ ἐγένετο, 43ἐξεπορεύετο ἔξω τῆς πόλεως.
The Withered Fig Tree
Καὶ 44πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, 45Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. καὶ ἀποκριθεὶς 46ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ. ἀμὴν 47γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ 48πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα 49ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι 50λαμβάνετε, καὶ ἔσται ὑμῖν. καὶ ὅταν 51στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 52εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.
The Authority of Jesus Questioned
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι καὶ 53λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; 54καὶ τίς σοι 55τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς; ὁ δὲ Ἰησοῦς 56ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς 57καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα 58Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 59ἀποκρίθητέ μοι. καὶ 60ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, 61Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 62ἀλλ᾽ εἴπωμεν, Ἐξ ἀνθρώπων;—ἐφοβοῦντο τὸν 63λαόν· ἅπαντες γὰρ εἶχον τὸν 64Ἰωάννην 65ὅτι ὄντως προφήτης ἦν. καὶ ἀποκριθέντες 66λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς 67ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Source notes (67)
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ
- Footnote βηθσφαγη ¦ βηθφαγη ᴄᴛ ᴛʀ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote ανθρωπων κεκαθικε ¦ ουπω ανθρωπων εκαθισε ᴄᴛ
- Footnote λυσαντες αυτον αγαγετε ¦ λυσατε αυτον και φερετε ᴄᴛ
- Footnote οτι ¦ — ᴡʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote αποστελλει ¦ αποστελει ᴛʀ ¦ αποστελλει παλιν ᴀɴᴛ ᴄᴛ
- Footnote απηλθον δε ¦ και απηλθον ᴄᴛ
- Footnote πωλον ¦ τον πωλον ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote την ¦ — ᴄᴛ
- Footnote εστηκοτων ¦ εστωτων ᴘᴄᴋ
- Footnote ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ενετειλατο ¦ ειπεν ᴄᴛ
- Footnote ηγαγον ¦ φερουσι ᴄᴛ
- Footnote επεβαλον ¦ επιβαλλουσιν ᴄᴛ
- Footnote αυτω ¦ αυτον ᴄᴛ
- Footnote πολλοι δε ¦ και πολλοι ᴄᴛ
- Footnote στοιβαδας ¦ στιβαδας ᴄᴛ
- Footnote εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον 77.7% ¦ εκοπτον εκ των δενδρων και εστρωννυον εν τη οδω ᴍꜱꜱ 16.8% ¦ κοψαντες εκ των αγρων ᴄᴛ 0.4%
- Footnote λεγοντες ¦ — ᴄᴛ
- Footnote εν ονοματι κυριου ¦ — ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ο ιησους και ¦ — ᴄᴛ
- Footnote οψιας ¦ οψε ꜱʙʟ ᴡʜ
- Footnote μακροθεν ¦ απο μακροθεν ᴀɴᴛ ᴄᴛ
- Footnote ευρησει τι ¦ τι ευρησει ᴀɴᴛ ᴄᴛ
- Footnote ου γαρ ην καιρος ¦ ο γαρ καιρος ουκ ην ᴄᴛ
- Footnote ο ιησους ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote εκ σου εις τον αιωνα ¦ εις τον αιωνα εκ σου ᴄᴛ
- Footnote μηδεις ¦ ουδεις ᴇʟᴢ
- Footnote φαγοι ¦ φαγη ᴘᴄᴋ
- Footnote ερχονται ¦ ερχονται παλιν ᴀɴᴛ
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote αγοραζοντας ¦ τους αγοραζοντας ᴀɴᴛ ᴄᴛ
- Footnote λεγων ¦ και ελεγεν ᴄᴛ
- Footnote αυτοις ¦ — ᴡʜ
- Footnote εποιησατε αυτον ¦ αυτον εποιησατε ᴀɴᴛ ¦ πεποιηκατε αυτον ᴄᴛ
- Footnote γραμματεις και οι αρχιερεις ¦ γραμματεις και οι φαρισαιοι και οι αρχιερεις ᴀɴᴛ ¦ αρχιερεις και οι γραμματεις ᴄᴛ
- Footnote απολεσωσιν ¦ απολεσουσιν ᴘᴄᴋ ᴛʀ
- Footnote οτι πας ¦ πας γαρ ᴄᴛ
- Footnote οτε ¦ οταν ᴄᴛ
- Footnote εξεπορευετο ¦ εξεπορευοντο ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πρωι παραπορευομενοι ¦ παραπορευομενοι πρωι ᴀɴᴛ ᴄᴛ
- Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
- Footnote ο ¦ — ᴛʀ
- Footnote γαρ ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 93.2% ¦ πιστευη οτι ο λαλει γινεται (γεινεται ᴛʜ) εσται αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 0.3% ¦ πιστευσει οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη ᴀɴᴛ 0%
- Footnote αν προσευχομενοι αιτησθε ¦ αν προσευχομενοι αιτεισθε ᴀɴᴛ ᴛʀ ¦ προσευχεσθε και αιτεισθε ᴄᴛ
- Footnote λαμβανετε 97.7% ¦ ελαβετε ᴄᴛ 0.7%
- Footnote στηκητε ¦ στηκετε ᴄᴛ
- Footnote ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων ¦ ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων ᴀɴᴛ ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ {Note: ɴᴀ encloses the main text with double brackets.}
- Footnote λεγουσιν ¦ ελεγον ᴄᴛ
- Footnote και ¦ η ᴀɴᴛ ᴄᴛ
- Footnote την εξουσιαν ταυτην εδωκεν ¦ εδωκε την εξουσιαν ταυτην ᴀɴᴛ ᴄᴛ
- Footnote αποκριθεις ¦ — ᴄᴛ
- Footnote και εγω ¦ καγω ᴀɴᴛ ᴛʀ ¦ — ᴄᴛ
- Footnote ιωαννου ¦ το ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ το ιωανου ᴡʜ
- Footnote αποκριθητε μοι ¦ — ᴘᴄᴋ
- Footnote ελογιζοντο ¦ διελογιζοντο ᴄᴛ
- Footnote εαν ¦ τι ειπωμεν εαν ꜱʙʟ
- Footnote αλλ ¦ αλλ εαν ᴛʀ ¦ αλλα ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote λαον 95.1% ¦ οχλον ꜱʙʟ ᴛʜ ᴡʜ 4.6%
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote οτι οντως 91.3% ¦ οτι ᴀɴᴛ 3.2% ¦ οντως οτι ᴄᴛ 1%
- Footnote λεγουσι τω ιησου ¦ τω ιησου λεγουσιν ᴄᴛ
- Footnote αποκριθεις ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.