Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 10

Questions About Divorce

1

Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας 2διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ 3συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

Καὶ 4προσελθόντες Φαρισαῖοι 5ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο 6Μωσῆς; οἱ δὲ 7εἶπον, 8Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 9καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς 10ὁ Θεός. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα 11καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ 12μία σάρξ. ὃ οὖν ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

Καὶ 13ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ 14αὐτοῦ περὶ 15τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. καὶ λέγει αὐτοῖς, Ὃς 16ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν· καὶ ἐὰν 17γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ μοιχᾶται.

Let the Little Children Come to Me

Καὶ προσέφερον αὐτῷ παιδία ἵνα 18ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ 19ἐπετίμων τοῖς προσφέρουσιν. ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· 20μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς 21ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. καὶ ἐναγκαλισάμενος αὐτὰ 22τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτὰ εὐλόγει αὐτά.

The Rich Young Man

Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν 23εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. τὰς ἐντολὰς οἶδας· Μὴ 24μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. ὁ δὲ 25ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἕν 26σοι ὑστερεῖ· 27ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς 28πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι 29ἄρας τὸν σταυρόν. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι 30τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 31εὐκοπώτερόν ἐστι κάμηλον διὰ 32τῆς τρυμαλιᾶς 33τῆς ῥαφίδος 34εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς 35ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; ἐμβλέψας 36δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ 37Θεῷ· πάντα γὰρ δυνατά 38ἐστι παρὰ τῷ Θεῷ. 39ἤρξατο 40ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ 41ἠκολουθήσαμέν σοι. 42ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ 43πατέρα ἢ μητέρα 44ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ 45ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ 46μητέρας καὶ τέκνα καὶ ἀγρούς—μετὰ διωγμῶν—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ 47οἱ ἔσχατοι πρῶτοι.

Jesus Predicts His Death and Resurrection a Third Time

Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο 48καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ 49γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι· καὶ ἐμπαίξουσιν αὐτῷ καὶ 50μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ 51τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

The Request of James and John

Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ 52Ἰωάννης 53οἱ υἱοὶ Ζεβεδαίου 54λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν 55αἰτήσωμεν ποιήσῃς ἡμῖν. ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε 56ποιῆσαί με ὑμῖν; οἱ δὲ 57εἶπον αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς 58ἐκ δεξιῶν σου καὶ εἷς ἐξ 59εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, 60καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ 61εἶπον αὐτῷ, Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ 62μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου 63καὶ ἐξ 64εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ 65Ἰωάννου. 66ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. οὐχ οὕτω δὲ 67ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς 68ἐὰν θέλῃ 69γενέσθαι μέγας ἐν ὑμῖν ἔσται 70ὑμῶν διάκονος· καὶ ὃς 71ἐὰν θέλῃ 72ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος. καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Jesus Heals Blind Bartimaeus

Καὶ ἔρχονται εἰς 73Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ 74Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ 75υἱὸς Τιμαίου Βαρτιμαῖος ὁ τυφλὸς 76ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ 77Ναζωραῖός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, 78Ὁ υἱὸς 79Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ 80Δαυίδ, ἐλέησόν με. καὶ στὰς ὁ Ἰησοῦς εἶπεν 81αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ, Θάρσει, 82ἔγειραι· φωνεῖ σε. ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ 83ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. καὶ ἀποκριθεὶς 84λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί 85θέλεις ποιήσω σοί; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, 86Ῥαββουνί, ἵνα ἀναβλέψω. 87ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. καὶ 88εὐθέως ἀνέβλεψε καὶ 89ἠκολούθει 90τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Source notes (90)
  1. Footnote κακειθεν ¦ και εκειθεν ᴀɴᴛ ᴄᴛ
  2. Footnote δια του 84.3% ¦ και ᴄᴛ 0.7% ¦ — ᴍꜱꜱ 13.1%
  3. Footnote συμπορευονται ¦ συνπορευονται ᴛʜ ᴡʜ
  4. Footnote προσελθοντες φαρισαιοι 55.4% ¦ προσελθοντες οι φαρισαιοι ᴀɴᴛ ᴛʀ 42.3% ¦ — ꜱʙʟ 0.2%
  5. Footnote επηρωτησαν ¦ επηρωτων ᴀɴᴛ ᴄᴛ
  6. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
  7. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  8. Footnote μωσης επετρεψε ¦ επετρεψε μωυσης ᴀɴᴛ ᴄᴛ
  9. Footnote και αποκριθεις ο ¦ ο δε ᴄᴛ
  10. Footnote ο θεος ¦ — ᴄᴛ
  11. Footnote και προσκολληθησεται προς την γυναικα αυτου ¦ — ᴡʜ
  12. Footnote μια σαρξ ¦ σαρξ μια ᴘᴄᴋ
  13. Footnote εν τη οικια ¦ εις την οικιαν ᴀɴᴛ ᴄᴛ
  14. Footnote αυτου ¦ — ᴀɴᴛ ᴄᴛ
  15. Footnote του αυτου επηρωτησαν ¦ τουτου επηρωτων ᴀɴᴛ ᴄᴛ
  16. Footnote εαν ¦ αν ᴀɴᴛ ᴄᴛ
  17. Footnote γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον ᴄᴛ 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ᴀɴᴛ 0.2%
  18. Footnote αψηται αυτων 93.1% ¦ αυτων αψηται ᴀɴᴛ ᴄᴛ 6.7%
  19. Footnote επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις ᴄᴛ
  20. Footnote μη ¦ και μη ᴀɴᴛ ᴛʀ
  21. Footnote εαν ¦ αν ᴄᴛ
  22. Footnote τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει ᴛʀ ¦ κατηυλογει τιθεις τας χειρας επ ᴀɴᴛ ¦ κατευλογει τιθεις τας χειρας επ ᴄᴛ
  23. Footnote εις ¦ τις ᴘᴄᴋ
  24. Footnote μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ɴᴀ ꜱʙʟ ᴡʜ 4.1%
  25. Footnote αποκριθεις ειπεν ¦ εφη ᴄᴛ
  26. Footnote σοι ¦ σε ᴀɴᴛ ᴄᴛ
  27. Footnote υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ᴀɴᴛ
  28. Footnote πτωχοις 97% ¦ τοις πτωχοις ᴄᴛ ᴛʀ 2.7%
  29. Footnote αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ᴀɴᴛ 1.8% ¦ — ᴄᴛ 1.5%
  30. Footnote τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν ᴛʀ 4% ¦ — ᴄᴛ 0.3%
  31. Footnote ευκοπωτερον ¦ ευκοπωτερον γαρ ᴘᴄᴋ
  32. Footnote της ¦ — ᴀɴᴛ ᴘᴄᴋ ᴡʜ
  33. Footnote της ¦ — ᴀɴᴛ ᴡʜ
  34. Footnote εισελθειν ¦ διελθειν ᴇʟᴢ ꜱʙʟ ꜱᴄʀ ᴛʜ ᴡʜ
  35. Footnote εαυτους 95.8% ¦ αυτον ᴡʜ 2.3%
  36. Footnote δε ¦ — ᴀɴᴛ ᴄᴛ
  37. Footnote θεω ¦ τω θεω ᴛʀ
  38. Footnote εστι ¦ — ᴄᴛ
  39. Footnote ηρξατο ¦ ηρξατο δε ᴘᴄᴋ ¦ και ηρξατο ᴛʀ
  40. Footnote ο πετρος λεγειν ¦ λεγειν ο πετρος ɴᴀ ꜱʙʟ ᴡʜ
  41. Footnote ηκολουθησαμεν ¦ ηκολουθηκαμεν ꜱʙʟ ᴛʜ ᴡʜ
  42. Footnote αποκριθεις ο ιησους ειπεν ¦ αποκριθεις δε ο ιησους ειπεν ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ ¦ εφη ο ιησους ᴄᴛ
  43. Footnote πατερα η μητερα ¦ μητερα η πατερα ᴄᴛ
  44. Footnote η γυναικα 96.5% ¦ — ᴄᴛ 1.5%
  45. Footnote ενεκεν ¦ — ᴛʀ
  46. Footnote μητερας ¦ πατερα και μητερα ᴀɴᴛ ᴘᴄᴋ
  47. Footnote οι ¦ — ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
  48. Footnote και ¦ οι δε ᴄᴛ
  49. Footnote γραμματευσι ¦ τοις γραμματευσι ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  50. Footnote μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι ᴄᴛ
  51. Footnote τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας ᴄᴛ 0.7%
  52. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  53. Footnote οι 67.5% ¦ οι δυο ᴡʜ 0.2% ¦ — ᴀɴᴛ 32.1%
  54. Footnote λεγοντες ¦ λεγοντες αυτω ᴄᴛ
  55. Footnote αιτησωμεν ¦ αιτησωμεν σε ᴄᴛ
  56. Footnote ποιησαι με 90.2% ¦ ποιησω ꜱʙʟ ᴛʜ ᴡʜ 2.5% ¦ με ποιησω ɴᴀ 0.4%
  57. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  58. Footnote εκ δεξιων σου ¦ σου εκ δεξιων ᴄᴛ
  59. Footnote ευωνυμων σου ¦ αριστερων ᴄᴛ
  60. Footnote και ¦ η ᴄᴛ
  61. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  62. Footnote μεν ¦ — ᴄᴛ
  63. Footnote και ¦ η ᴄᴛ
  64. Footnote ευωνυμων ¦ ευωνυμων μου ᴘᴄᴋ ᴛʀ
  65. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  66. Footnote ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους ᴄᴛ
  67. Footnote εσται 97.5% ¦ εστιν ᴄᴛ 1.6%
  68. Footnote εαν ¦ αν ᴄᴛ
  69. Footnote γενεσθαι μεγας ¦ μεγας γενεσθαι ᴄᴛ
  70. Footnote υμων διακονος ¦ διακονος υμων ᴛʀ
  71. Footnote εαν ¦ αν ᴄᴛ ᴛʀ
  72. Footnote υμων γενεσθαι ¦ εν υμιν ειναι ᴄᴛ
  73. Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
  74. Footnote ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ
  75. Footnote υιος … ο τυφλος ¦ ο υιος … τυφλος ᴀɴᴛ ᴄᴛ
  76. Footnote εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον ᴄᴛ 0.4%
  77. Footnote ναζωραιος 97.6% ¦ ναζαρηνος ᴄᴛ 1%
  78. Footnote ο υιος ¦ υιε ᴀɴᴛ ᴄᴛ
  79. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  80. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  81. Footnote αυτον φωνηθηναι ¦ φωνησατε αυτον ᴀɴᴛ ᴄᴛ
  82. Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
  83. Footnote αναστας ¦ αναπηδησας ᴄᴛ
  84. Footnote λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε ᴄᴛ
  85. Footnote θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ᴀɴᴛ ᴄᴛ
  86. Footnote ραββουνι ¦ ραβουνι ᴘᴄᴋ ¦ ραββονι ᴛʀ ¦ ραββουνει ᴡʜ
  87. Footnote ο δε ¦ και ο ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
  88. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  89. Footnote ηκολουθει ¦ ηκολουθησε ᴘᴄᴋ
  90. Footnote τω ιησου ¦ αυτω ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.