Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 9

καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες 1τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

The Transfiguration

Καὶ 2μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ 3Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ 4ἐγένετο στίλβοντα, λευκὰ λίαν 5ὡς χιών, οἷα 6γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται 7λευκᾶναι. καὶ ὤφθη αὐτοῖς 8Ἠλίας σὺν 9Μωϋσῇ, καὶ ἦσαν 10συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, 11Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν 12σκηνὰς τρεῖς, σοὶ μίαν καὶ 13Μωσῇ μίαν καὶ 14Ἠλίᾳ μίαν. (οὐ γὰρ ᾔδει τί 15λαλήσει, 16ἦσαν γὰρ ἔκφοβοι.) καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ 17ἦλθε φωνὴ ἐκ τῆς 18νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· 19αὐτοῦ ἀκούετε. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον 20ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν. 21

Καταβαινόντων δὲ αὐτῶν 22ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 23διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς 24συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι 25Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ὁ δὲ 26ἀποκριθεὶς εἶπεν αὐτοῖς, 27Ἠλίας μὲν ἐλθὼν πρῶτον 28ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ 29ἐξουδενωθῇ. ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ 30Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα 31ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.

Jesus Heals a Boy with an Unclean Spirit

Καὶ 32ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς 33συζητοῦντας 34αὐτοῖς. καὶ 35εὐθέως πᾶς ὁ ὄχλος 36ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. καὶ ἐπηρώτησε 37τοὺς γραμματεῖς, Τί 38συζητεῖτε πρὸς 39αὐτούς; καὶ 40ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. καὶ ὅπου 41ἂν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας 42αὐτοῦ καὶ ξηραίνεται. καὶ 43εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. ὁ δὲ ἀποκριθεὶς 44αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ 45ἰδὼν αὐτὸν 46εὐθέως τὸ πνεῦμα 47ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε, 48Παιδιόθεν. καὶ πολλάκις 49αὐτὸν καὶ εἰς τὸ πῦρ ἔβαλε καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι 50δύνασαι, βοήθησον 51ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ 52δύνασαι πιστεῦσαι· πάντα δυνατὰ τῷ πιστεύοντι. 53καὶ 54εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου 55μετὰ δακρύων ἔλεγε, Πιστεύω, 56Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει 57ὁ ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ 58πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ 59σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καὶ 60κράξαν καὶ πολλὰ σπαράξαν 61αὐτὸν ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε 62πολλοὺς λέγειν ὅτι ἀπέθανεν. ὁ δὲ Ἰησοῦς κρατήσας 63αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. καὶ 64εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ 65ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν, Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ 66καὶ νηστείᾳ.

Jesus Predicts His Death and Resurrection a Second Time

67

Καὶ ἐκεῖθεν ἐξελθόντες 68παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις 69γνῷ. ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς 70τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

True Greatness

Καὶ 71ἦλθεν εἰς 72Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ 73πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, Ὃς 74ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς 75ἐὰν ἐμὲ 76δέξηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.

Whoever Is Not Against You Is for You

77

Ἀπεκρίθη 78δὲ αὐτῷ 79Ἰωάννης 80λέγων, Διδάσκαλε, 81εἴδομέν τινα 82τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, 83ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. ὃς γὰρ οὐκ ἔστι καθ᾽ 84ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν 85ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω 86ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Temptations to Sin

Καὶ ὃς 87ἐὰν σκανδαλίσῃ ἕνα τῶν 88μικρῶν τῶν πιστευόντων 89εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται 90λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. καὶ ἐὰν 91σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν 92σοί ἐστι κυλλὸν 93εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 94ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν 95ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν 96γέενναν, 97εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν 98σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢ 99δύο ὀφθαλμοὺς ἔχοντα 100βληθῆναι εἰς 101τὴν γέενναν 102τοῦ πυρός, ὅπου ὁ σκώληξ 103αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. πᾶς γὰρ πυρὶ ἁλισθήσεται, 104καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς 105ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Source notes (105)
  1. Footnote των ωδε ¦ ωδε των ᴡʜ
  2. Footnote μεθ ¦ μετα ᴄᴛ
  3. Footnote ιωαννην ¦ τον ιωαννην ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ ¦ ιωανην ᴡʜ
  4. Footnote εγενετο ¦ εγενοντο ʜꜰ ʀᴘ
  5. Footnote ως χιων 70.6% ¦ ωσει χιων 24.1% ¦ — ᴄᴛ 0.9%
  6. Footnote γναφευς ¦ κναφευς ᴘᴄᴋ
  7. Footnote λευκαναι ¦ ουτως λευκαναι ᴀɴᴛ ᴄᴛ
  8. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  9. Footnote μωυση ¦ μωσει ᴛʀ ¦ μωση ʜꜰ ʀᴘ ¦ μωυσει ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
  10. Footnote συλλαλουντες ¦ συνλαλουντες ᴛʜ ᴡʜ
  11. Footnote ραββι ¦ ραββει ᴛʜ ᴡʜ
  12. Footnote σκηνας τρεις ¦ τρεις σκηνας ᴄᴛ
  13. Footnote μωση ¦ μωσει ᴘᴄᴋ ᴛʀ ¦ μωυσει ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ μωυση ᴛʜ
  14. Footnote ηλια ¦ ηλεια ᴡʜ
  15. Footnote λαλησει ¦ λαληση ᴀɴᴛ ᴛʀ ¦ αποκριθη ᴄᴛ
  16. Footnote ησαν γαρ εκφοβοι ¦ εκφοβοι γαρ εγενοντο ᴄᴛ
  17. Footnote ηλθε ¦ εγενετο ɴᴀ ꜱʙʟ ᴡʜ
  18. Footnote νεφελης ¦ νεφελης λεγουσα ᴀɴᴛ ᴛʀ
  19. Footnote αυτου ακουετε ¦ ακουετε αυτου ᴄᴛ
  20. Footnote αλλα τον ιησουν μονον μεθ εαυτων 93.3% ¦ μεθ εαυτων ει μη τον ιησουν μονον ᴡʜ 0.2%
  21. Footnote καταβαινοντων δε ¦ και καταβαινοντων ᴄᴛ
  22. Footnote απο ¦ εκ ɴᴀ ꜱʙʟ ᴡʜ
  23. Footnote διηγησωνται α ειδον ¦ α ειδον διηγησωνται ᴄᴛ
  24. Footnote συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ
  25. Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
  26. Footnote αποκριθεις ειπεν ¦ εφη ᴄᴛ
  27. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  28. Footnote αποκαθιστα ¦ αποκαθιστανει ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αποκατιστανει ᴡʜ
  29. Footnote εξουδενωθη ¦ εξουδενηθη ᴄᴛ
  30. Footnote ηλιας ¦ ηλειας ᴡʜ
  31. Footnote ηθελησαν ¦ ηθελον ᴄᴛ
  32. Footnote ελθων προς τους μαθητας ειδεν ¦ ελθοντες προς τους μαθητας ειδον ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ελθοντες προς τους μαθητας ειδαν ᴡʜ
  33. Footnote συζητουντας ¦ συνζητουντας ᴛʜ ᴡʜ
  34. Footnote αυτοις ¦ προς αυτους ᴄᴛ
  35. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  36. Footnote ιδων αυτον εξεθαμβηθη ¦ ιδοντες αυτον εξεθαμβηθησαν ᴀɴᴛ ᴄᴛ
  37. Footnote τους γραμματεις ¦ αυτους ᴄᴛ
  38. Footnote συζητειτε ¦ συνζητειτε ᴛʜ ᴡʜ
  39. Footnote αὐτούς ¦ ἑαυτούς ᴀɴᴛ ¦ αὑτούς ꜱʙʟ
  40. Footnote αποκριθεις εις εκ του οχλου ειπε ¦ απεκριθη αυτω εις εκ του οχλου ᴄᴛ
  41. Footnote αν ¦ εαν ᴄᴛ
  42. Footnote αυτου ¦ — ᴄᴛ
  43. Footnote ειπον ¦ ειπα ᴄᴛ
  44. Footnote αυτω ¦ αυτοις ᴄᴛ
  45. Footnote ιδων ¦ ιδον ᴘᴄᴋ
  46. Footnote ευθεως το πνευμα ¦ το πνευμα ευθυς ᴄᴛ
  47. Footnote εσπαραξεν ¦ συνεσπαραξεν ɴᴀ ꜱʙʟ ᴡʜ
  48. Footnote παιδιοθεν ¦ εκ παιδιοθεν ᴄᴛ
  49. Footnote αυτον και εις το πυρ ¦ αυτον και εις πυρ ᴀɴᴛ ᴘᴄᴋ ᴛʜ ᴛʀ ¦ και εις πυρ αυτον ɴᴀ ꜱʙʟ ᴡʜ
  50. Footnote δυνασαι ¦ δυνη ᴄᴛ
  51. Footnote ημιν ¦ υμιν ᴀɴᴛ*
  52. Footnote δυνασαι πιστευσαι ¦ δυνη ᴄᴛ
  53. Footnote και ¦ — ᴄᴛ
  54. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  55. Footnote μετα δακρυων 96.5% ¦ — ᴄᴛ 0.9%
  56. Footnote κυριε ¦ — ᴄᴛ
  57. Footnote ο ¦ — ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
  58. Footnote πνευμα το αλαλον και κωφον ¦ αλαλον και κωφον πνευμα ᴄᴛ
  59. Footnote σοι επιτασσω ¦ επιτασσω σοι ᴄᴛ
  60. Footnote κραξαν και πολλα σπαραξαν ¦ κραξας και πολλα σπαραξας ᴄᴛ
  61. Footnote αυτον ¦ — ᴄᴛ
  62. Footnote πολλους ¦ τους πολλους ᴄᴛ
  63. Footnote αυτον της χειρος ¦ της χειρος αυτου ᴄᴛ
  64. Footnote εισελθοντα αυτον ¦ εισελθοντος αυτου ᴄᴛ
  65. Footnote επηρωτων αυτον κατ ιδιαν ¦ κατ ιδιαν επηρωτων αυτον ᴄᴛ
  66. Footnote και νηστεια 99.7% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.2%
  67. Footnote και εκειθεν ¦ κακειθεν ᴄᴛ
  68. Footnote παρεπορευοντο ¦ επορευοντο ᴡʜ
  69. Footnote γνω ¦ γνοι ᴄᴛ
  70. Footnote τη τριτη ημερα ¦ μετα τρεις ημερας ᴄᴛ
  71. Footnote ηλθεν ¦ ηλθον ᴄᴛ
  72. Footnote καπερναουμ ¦ καφαρναουμ ᴄᴛ
  73. Footnote προς εαυτους ¦ — ᴄᴛ
  74. Footnote εαν ¦ αν ᴄᴛ
  75. Footnote εαν ¦ αν ᴄᴛ
  76. Footnote δεξηται ¦ δεχηται ᴄᴛ
  77. Footnote απεκριθη ¦ εφη ᴄᴛ
  78. Footnote δε ¦ — ᴀɴᴛ ᴄᴛ
  79. Footnote ιωαννης ¦ ο ιωαννης ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴛʀ ¦ ο ιωανης ᴡʜ
  80. Footnote λεγων ¦ — ᴄᴛ
  81. Footnote ειδομεν ¦ ειδαμεν ᴡʜ
  82. Footnote τω ¦ εν τω ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  83. Footnote ος ουκ ακολουθει ημιν και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει ημιν 82.4% ¦ ος ουκ ακολουθει ημιν ᴍꜱꜱ 7.2% ¦ και εκωλυομεν αυτον οτι ουκ ηκολουθει ημιν ᴄᴛ 0.7%
  84. Footnote υμων υπερ υμων ¦ ημων υπερ ημων ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  85. Footnote ονοματι μου 76.8% ¦ τω ονοματι μου ᴀɴᴛ ᴛʀ 17.2% ¦ ονοματι ᴄᴛ 4.6%
  86. Footnote υμιν ¦ υμιν οτι ᴄᴛ
  87. Footnote εαν ¦ αν ᴀɴᴛ ᴄᴛ ᴛʀ
  88. Footnote μικρων ¦ μικρων τουτων ᴀɴᴛ ᴄᴛ ꜱᴄʀ
  89. Footnote εις εμε ¦ — ᴡʜ
  90. Footnote λιθος μυλικος ¦ μυλος ονικος ᴄᴛ
  91. Footnote σκανδαλιζη ¦ σκανδαλιση ᴡʜ
  92. Footnote σοι εστι ¦ εστι σε ᴄᴛ
  93. Footnote εις την ζωην εισελθειν ¦ εισελθειν εις την ζωην ᴄᴛ
  94. Footnote οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ {Note: ɴᴀ encloses this text with double brackets.}
  95. Footnote εστι σοι ¦ εστι σε ᴄᴛ ¦ σοι εστιν ᴀɴᴛ
  96. Footnote γεενναν ¦ γεεναν ꜱᴛ*
  97. Footnote εις το πυρ το ασβεστον οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ¦ οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται ɴᴀ ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ {Note: ɴᴀ encloses οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται with double brackets.}
  98. Footnote σοι ¦ σε ᴄᴛ
  99. Footnote δυο ¦ τους δυο ᴀɴᴛ
  100. Footnote βληθηναι ¦ απελθειν ᴀɴᴛ
  101. Footnote την ¦ — ᴡʜ
  102. Footnote του πυρος 97% ¦ — ᴄᴛ 1.2%
  103. Footnote αυτων ¦ — ᴘᴄᴋ
  104. Footnote και πασα θυσια αλι αλισθησεται 83.3% ¦ — ᴄᴛ 6.6%
  105. Footnote αλας ¦ αλα ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.