Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 8
The Feeding of the Four Thousand
Ἐν ἐκείναις ταῖς ἡμέραις 1παμπόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος 2ὁ Ἰησοῦς τοὺς μαθητὰς 3αὐτοῦ λέγει αὐτοῖς, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη 4ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἐὰν ἀπολύσω αὐτοὺς 5νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· 6τινὲς γὰρ αὐτῶν 7μακρόθεν 8ἥκουσι. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ 9αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; καὶ 10ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; οἱ δὲ 11εἶπον, Ἑπτά. καὶ 12παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους 13εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα 14παραθῶσι, καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ 15εἶχον ἰχθύδια ὀλίγα· καὶ 16εὐλογήσας εἶπε 17παραθεῖναι καὶ αὐτά. 18ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ 19σπυρίδας. ἦσαν δὲ 20οἱ φαγόντες ὡς 21τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. καὶ 22εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
The Pharisees Ask For a Sign
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο 23συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη 24σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω 25ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. καὶ ἀφεὶς αὐτοὺς 26ἐμβὰς πάλιν 27εἰς πλοῖον ἀπῆλθεν 28εἰς τὸ πέραν.
The Leaven of the Pharisees and Herod
Καὶ 29ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. καὶ διελογίζοντο πρὸς ἀλλήλους 30λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν. καὶ γνοὺς 31ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; 32ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς 33πεντακισχιλίους, 34πόσους κοφίνους 35πλήρεις κλασμάτων ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα. ὅτε 36δὲ τοὺς ἑπτὰ εἰς τοὺς 37τετρακισχιλίους, πόσων 38σπυρίδων πληρώματα κλασμάτων ἤρατε; 39οἱ δὲ εἶπον, Ἑπτά. καὶ 40ἔλεγεν αὐτοῖς, 41Πῶς οὐ συνίετε;
Jesus Heals a Blind Man at Bethsaida
Καὶ 42ἔρχεται εἰς 43Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ 44ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι 45βλέπει. καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, 46ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. εἶτα πάλιν 47ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ 48ἐποίησεν αὐτὸν ἀναβλέψαι. καὶ 49ἀπεκατεστάθη καὶ 50ἐνέβλεψε τηλαυγῶς 51ἅπαντας. καὶ ἀπέστειλεν αὐτὸν εἰς 52οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς 53μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
Peter Declares That Jesus Is the Christ
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ 54οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας 55Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; οἱ δὲ 56ἀπεκρίθησαν, 57Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι 58Ἠλίαν· ἄλλοι δὲ 59ἕνα τῶν προφητῶν. καὶ αὐτὸς 60λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς 61δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
Jesus Predicts His Death and Resurrection
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι 62ἀπὸ τῶν πρεσβυτέρων καὶ 63τῶν ἀρχιερέων καὶ 64τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος 65αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε 66τῷ Πέτρῳ 67λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, 68Ὅστις θέλει ὀπίσω μου 69ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ 70ἂν θέλῃ τὴν 71ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν 72ἀπολέσῃ τὴν 73ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, 74οὗτος σώσει αὐτήν. τί γὰρ 75ὠφελήσει 76ἄνθρωπον 77ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 78ἢ τί 79δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ 80ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Source notes (80)
- Footnote παμπολλου 95.5% ¦ παλιν πολλου ᴀɴᴛ ᴄᴛ 3.4%
- Footnote ο ιησους ¦ — ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ημεραι ¦ ημερας ᴘᴄᴋ ᴛʀ
- Footnote νηστεις ¦ νηστις ᴘᴄᴋ
- Footnote τινες γαρ ¦ και τινες ᴄᴛ
- Footnote μακροθεν ¦ απο μακροθεν ᴀɴᴛ ᴄᴛ
- Footnote ηκουσι ¦ ηκασι ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ꜱᴄʀ ꜱᴛ ¦ εισι ᴡʜ
- Footnote αυτου ¦ αυτου οτι ᴄᴛ
- Footnote επηρωτα ¦ ηρωτα ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote παρηγγειλε ¦ παραγγελλει ᴄᴛ
- Footnote ευχαριστησας ¦ και ευχαριστησας ᴘᴄᴋ
- Footnote παραθωσι ¦ παρατιθωσι ᴀɴᴛ ᴄᴛ
- Footnote ειχον ¦ ειχαν ᴛʜ ᴡʜ
- Footnote ευλογησας 79.6% ¦ ταυτα ευλογησας ᴍꜱꜱ 9.2% ¦ αυτα ευλογησας ᴀɴᴛ 7.7% ¦ ευλογησας αυτα ᴄᴛ 2.2%
- Footnote παραθειναι και αυτα ¦ παρατιθεναι και αυτα ᴀɴᴛ ¦ και ταυτα παρατιθεναι ᴄᴛ
- Footnote εφαγον δε ¦ και εφαγον ᴄᴛ
- Footnote σπυριδας ¦ σφυριδας ᴡʜ
- Footnote οι φαγοντες ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote τετρακισχιλιοι ¦ τετρακισχειλιοι ᴛʜ
- Footnote ευθεως εμβας ¦ εμβας ευθυς ᴀɴᴛ ¦ ευθυς εμβας ᴄᴛ
- Footnote συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ
- Footnote σημειον επιζητει ¦ ζητει σημειον ᴄᴛ
- Footnote υμιν 99.5% ¦ — ᴡʜ 0.3%
- Footnote εμβας παλιν ¦ παλιν εμβας ᴄᴛ ¦ — ᴀɴᴛ
- Footnote εις πλοιον 61.9% ¦ εις το πλοιον ᴀɴᴛ ᴛʜ ᴛʀ 37.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
- Footnote εις το περαν ¦ παλιν ᴀɴᴛ
- Footnote επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου ᴘᴄᴋ ¦ επελαθοντο οι μαθηται ꜱᴄʀ
- Footnote λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι ᴄᴛ
- Footnote ο ιησους 98.2% ¦ — ᴄᴛ 0.4%
- Footnote ετι ¦ — ᴄᴛ
- Footnote πεντακισχιλιους ¦ πεντακισχειλιους ᴛʜ
- Footnote ποσους ¦ και ποσους ᴀɴᴛ
- Footnote πληρεις κλασματων ¦ κλασματων πληρεις ᴀɴᴛ ᴄᴛ
- Footnote δε 95.7% ¦ και ꜱʙʟ 0.4% ¦ — ɴᴀ ᴡʜ 1.3%
- Footnote τετρακισχιλιους ¦ τετρακισχειλιους ᴛʜ
- Footnote σπυριδων ¦ σφυριδων ᴡʜ
- Footnote οι δε ειπον (ειπαν ᴛʜ) 98.2% ¦ και λεγουσιν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 1.1%
- Footnote ελεγεν ¦ λεγει ᴘᴄᴋ
- Footnote πως ου ¦ πως ουπω ᴘᴄᴋ ᴛʜ ¦ ουπω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ερχεται ¦ ερχονται ᴄᴛ
- Footnote βηθσαιδαν 72.9% ¦ βηθσαιδα ᴀɴᴛ ꜱᴄʀ 25.3%
- Footnote εξηγαγεν 98.1% ¦ εξηνεγκεν ᴄᴛ 1%
- Footnote βλεπει 98.2% ¦ βλεπεις ᴄᴛ 0.7%
- Footnote οτι ως δενδρα ορω ¦ ως δενδρα ᴀɴᴛ ꜱᴄʀ
- Footnote επεθηκε 98.6% ¦ εθηκε ᴡʜ 0.4%
- Footnote εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε ᴄᴛ
- Footnote απεκατεσταθη ¦ αποκατεσταθη ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ απεκατεστη ᴄᴛ
- Footnote ενεβλεψε ¦ ανεβλεψε ʜꜰ ¦ ενεβλεπε ᴄᴛ
- Footnote απαντας ¦ απαντα ᴄᴛ
- Footnote οικον ¦ τον οικον ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.6%
- Footnote οι ¦ ο ᴇʟᴢ*
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ɴᴀ ꜱʙʟ ᴡʜ ¦ ειπαν αυτω λεγοντες ᴛʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ηλιαν ¦ ηλειαν ᴡʜ
- Footnote ενα ¦ οτι εις ᴄᴛ
- Footnote λεγει αυτοις ¦ επηρωτα αυτους ᴄᴛ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote απο ¦ υπο ᴄᴛ
- Footnote των ¦ — ᴛʀ
- Footnote των ¦ — ᴛʀ
- Footnote αυτον ο πετρος ¦ ο πετρος αυτον ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote λεγων ¦ και λεγει ᴄᴛ
- Footnote οστις ¦ ει τις ᴄᴛ
- Footnote ελθειν ¦ ακολουθειν ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ
- Footnote αν ¦ εαν ᴄᴛ
- Footnote ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην ᴡʜ 0.3%
- Footnote απολεση ¦ απολεσει ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εαυτου ψυχην ¦ ψυχην αυτου ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ουτος ¦ — ᴄᴛ
- Footnote ωφελησει ¦ ωφελει ᴄᴛ
- Footnote ανθρωπον ¦ τον ανθρωπον ᴛʜ
- Footnote εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι ᴄᴛ
- Footnote η τι ¦ τι γαρ ᴄᴛ
- Footnote δωσει ¦ δοι ᴄᴛ
- Footnote εαν ¦ αν ᴛʀ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.