Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 7

The Traditions of the Elders

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων. καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ 1κοιναῖς χερσί (τοῦτ᾽ ἔστιν ἀνίπτοις) ἐσθίοντας 2ἄρτους 3ἐμέμψαντο. (οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ 4ἀπὸ ἀγορᾶς ἐὰν μὴ 5βαπτίσωνται οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ 6χαλκίων καὶ κλινῶν.) 7ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί 8οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, 9ἀλλὰ 10ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; ὁ δὲ 11ἀποκριθεὶς εἶπεν αὐτοῖς 12ὅτι Καλῶς 13προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς 14γέγραπται,

Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ,

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.

μάτην δὲ σέβονταί με,

διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

ἀφέντες 15γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, 16βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 17Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν (ὅ ἐστι, Δῶρον) ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 18καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ 19αὐτοῦ ἢ τῇ μητρὶ 20αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ προσκαλεσάμενος 21πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς, 22Ἀκούετέ μου πάντες καὶ 23συνίετε. οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται 24αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ 25ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 26εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ 27περὶ τῆς παραβολῆς. καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 28οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι; ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, 29καθαρίζον πάντα τὰ βρώματα. ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, 30μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.

A Syrophoenician Woman’s Faith

31

Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ 32μεθόρια Τύρου 33καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς 34οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ 35ἠδυνήθη λαθεῖν. 36ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ. 37(ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, 38Συραφοινίκισσα τῷ γένει.) καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον 39ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 40ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ 41καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ 42βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, 43Ναί, Κύριε, καὶ 44γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης 45ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε 46τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ 47δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.

Jesus Heals a Deaf and Mute Man

Καὶ πάλιν 48ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου 49καὶ Σιδῶνος ἦλθε 50πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ 51κωφὸν 52μογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ, Ἐφφαθά (ὅ ἐστι, Διανοίχθητι). καὶ 53εὐθέως 54διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 55εἴπωσιν· ὅσον δὲ 56αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ 57τοὺς ἀλάλους λαλεῖν.

Source notes (57)
  1. Footnote κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι ᴄᴛ
  2. Footnote αρτους ¦ τους αρτους ᴄᴛ
  3. Footnote εμεμψαντο ¦ — ᴄᴛ
  4. Footnote απο ¦ απ ᴄᴛ
  5. Footnote βαπτισωνται 78.4% ¦ βαπτισονται ᴍꜱꜱ 15.6% ¦ ραντισωνται ᴡʜ 3.4%
  6. Footnote χαλκιων (χαλκειων ᴘᴄᴋ) και κλινων 98.6% ¦ χαλκιων ᴛʜ ᴡʜ 0.6%
  7. Footnote επειτα ¦ και ᴄᴛ
  8. Footnote οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ᴀɴᴛ ᴄᴛ
  9. Footnote αλλα ¦ αλλ ᴀɴᴛ
  10. Footnote ανιπτοις ¦ κοιναις ᴄᴛ
  11. Footnote αποκριθεις ¦ — ᴄᴛ
  12. Footnote οτι ¦ — ᴄᴛ
  13. Footnote προεφητευσεν ¦ επροφητευσεν ᴄᴛ
  14. Footnote γεγραπται ¦ γεγραπται οτι ꜱʙʟ ᴛʜ ᴡʜ
  15. Footnote γαρ ¦ — ᴄᴛ
  16. Footnote βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα ποιειτε πολλα ᴍꜱꜱ 5.3% ¦ — ᴄᴛ 1.7%
  17. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
  18. Footnote και ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  19. Footnote αυτου ¦ — ᴄᴛ
  20. Footnote αυτου ¦ — ᴄᴛ
  21. Footnote παντα ¦ παλιν ᴄᴛ
  22. Footnote ακουετε ¦ ακουσατε ᴄᴛ
  23. Footnote συνιετε ¦ συνετε ᴄᴛ
  24. Footnote αυτον κοινωσαι ¦ κοινωσαι αυτον ᴄᴛ
  25. Footnote εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ᴀɴᴛ ¦ εκ του ανθρωπου εκπορευομενα ᴄᴛ
  26. Footnote ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ — ᴀɴᴛ ᴄᴛ 1.1% {Note: ɴᴀ encloses this text with double brackets.}
  27. Footnote περι της παραβολης ¦ την παραβολην ᴄᴛ
  28. Footnote ου ¦ ουπω ᴀɴᴛ
  29. Footnote καθαριζον ¦ καθαριζων ᴄᴛ
  30. Footnote μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι ᴄᴛ
  31. Footnote και εκειθεν ¦ εκειθεν δε ᴄᴛ
  32. Footnote μεθορια ¦ ορια ᴄᴛ
  33. Footnote και σιδωνος ¦ — ɴᴀ ꜱʙʟ
  34. Footnote οικιαν ¦ την οικιαν ᴛʀ
  35. Footnote ηδυνηθη ¦ ηδυνασθη ᴡʜ
  36. Footnote ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα ᴄᴛ
  37. Footnote ην δε η γυνη ¦ η δε γυνη ην ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ η γυνη δε ην ᴛʜ
  38. Footnote συραφοινικισσα ¦ συροφοινισσα ᴛʀ ¦ συροφοινικισσα ᴀɴᴛ ᴄᴛ
  39. Footnote εκβαλη ¦ εκβαλλη ᴛʀ
  40. Footnote ο δε ιησους ειπεν ¦ και ελεγεν ᴄᴛ
  41. Footnote καλον εστι ¦ εστι καλον ᴀɴᴛ ɴᴀ ᴛʜ ᴡʜ
  42. Footnote βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ᴀɴᴛ ᴄᴛ
  43. Footnote ναι ¦ — ɴᴀ ꜱʙʟ
  44. Footnote γαρ ¦ — ᴀɴᴛ ᴄᴛ
  45. Footnote εσθιει ¦ εσθιουσιν ᴀɴᴛ ᴄᴛ
  46. Footnote το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον ᴄᴛ
  47. Footnote δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος ᴛʜ
  48. Footnote εξελθων ¦ εξελθων ο ιησους ᴘᴄᴋ
  49. Footnote και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος ᴄᴛ 0.7%
  50. Footnote προς ¦ εις ᴄᴛ
  51. Footnote κωφον ¦ κωφον και ᴄᴛ
  52. Footnote μογγιλαλον ¦ μογιλαλον ᴀɴᴛ ᴄᴛ ᴛʀ
  53. Footnote ευθεως ¦ — ᴄᴛ
  54. Footnote διηνοιχθησαν ¦ ηνοιγησαν ᴄᴛ
  55. Footnote ειπωσιν ¦ λεγωσιν ᴄᴛ
  56. Footnote αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι ᴄᴛ
  57. Footnote τους ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.