Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 6
Jesus Rejected at Nazareth
Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ 1ἦλθεν εἰς τὴν πατρίδα 2αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο 3ἐν τῇ συναγωγῇ διδάσκειν, καὶ 4πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα; καί, Τίς ἡ σοφία ἡ δοθεῖσα 5αὐτῷ; 6καί, 7Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ 8γίνονται. οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς 9Μαρίας, 10ἀδελφὸς δὲ Ἰακώβου καὶ 11Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 12ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς 13συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ 14ἠδύνατο ἐκεῖ 15οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε. καὶ 16ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν.
Jesus Sends Out the Twelve Apostles
Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον—μὴ 17πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν— 18ἀλλ᾽ ὑποδεδεμένους σανδάλια, καὶ μὴ 19ἐνδύσησθε δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. καὶ 20ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 21ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. καὶ ἐξελθόντες 22ἐκήρυσσον ἵνα 23μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
The Death of John the Baptist
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ 24ἔλεγεν ὅτι 25Ἰωάννης ὁ βαπτίζων 26ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 27ἄλλοι ἔλεγον ὅτι 28Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης 29ἐστὶν ὡς εἷς τῶν προφητῶν. ἀκούσας δὲ 30ὁ Ἡρῴδης 31εἶπεν 32ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα 33Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη 34ἐκ νεκρῶν.
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν 35Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν 36φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. ἔλεγε γὰρ ὁ 37Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν 38Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ 39ἀκούσας αὐτοῦ πολλὰ 40ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.
Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον 41ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς 42χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς 43αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης 44καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, 45εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί. καὶ ὤμοσεν αὐτῇ 46ὅτι Ὃ ἐάν με αἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 47ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί 48αἰτήσομαι; ἡ δὲ εἶπε, Τὴν κεφαλὴν 49Ἰωάννου τοῦ 50βαπτιστοῦ. καὶ εἰσελθοῦσα 51εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα 52μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν 53Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς 54συνανακειμένους οὐκ ἠθέλησεν 55αὐτὴν ἀθετῆσαι. καὶ 56εὐθέως ἀποστείλας ὁ βασιλεὺς 57σπεκουλάτορα ἐπέταξεν 58ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 59ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ 60ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν 61μνημείῳ.
The Feeding of the Five Thousand
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα, 62καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. καὶ 63εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον καὶ 64ἀναπαύεσθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν 65εὐκαίρουν. καὶ ἀπῆλθον 66εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾽ ἰδίαν. καὶ 67εἶδον αὐτοὺς 68ὑπάγοντας καὶ 69ἐπέγνωσαν 70αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς 71καὶ συνῆλθον πρὸς αὐτόν. καὶ ἐξελθὼν 72εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ 73αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 74λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς 75ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν 76δηναρίων διακοσίων ἄρτους καὶ 77δῶμεν αὐτοῖς φαγεῖν; ὁ δὲ λέγει αὐτοῖς, Πόσους 78ἄρτους ἔχετε; ὑπάγετε 79καὶ ἴδετε. καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας. καὶ ἐπέταξεν αὐτοῖς 80ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ 81ἀνέπεσον πρασιαὶ πρασιαὶ 82ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς 83αὐτοῦ ἵνα 84παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν 85κλασμάτων δώδεκα 86κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους 87πεντακισχίλιοι ἄνδρες.
Jesus Walks on Water
Καὶ 88εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς 89Βηθσαϊδάν, ἕως αὐτὸς 90ἀπολύσῃ τὸν ὄχλον. καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. καὶ 91εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, 92καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελε παρελθεῖν αὐτούς. οἱ δὲ ἰδόντες αὐτὸν 93περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν 94φάντασμα εἶναι καὶ ἀνέκραξαν· πάντες γὰρ αὐτὸν 95εἶδον καὶ ἐταράχθησαν. 96καὶ 97εὐθέως ἐλάλησε μετ᾽ αὐτῶν καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. καὶ ἀνέβη 98πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν 99ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο 100καὶ ἐθαύμαζον. οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, 101ἦν γὰρ 102αὐτῶν ἡ καρδία πεπωρωμένη.
Jesus Heals the Sick in Gennesaret
Καὶ διαπεράσαντες 103ἦλθον ἐπὶ τὴν γῆν 104Γεννησαρὲτ καὶ προσωρμίσθησαν. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου 105εὐθέως ἐπιγνόντες αὐτόν, 106περιδραμόντες ὅλην τὴν 107περίχωρον ἐκείνην 108ἤρξαντο ἐπὶ τοῖς 109κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι 110ἐκεῖ ἐστι. καὶ ὅπου ἂν εἰσεπορεύετο, εἰς κώμας ἢ 111πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς 112ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν 113ἥπτοντο αὐτοῦ ἐσῴζοντο.
Source notes (113)
- Footnote ηλθεν ¦ ερχεται ᴄᴛ
- Footnote αυτου ¦ εαυτου ᴀɴᴛ
- Footnote εν τη συναγωγη διδασκειν ¦ διδασκειν εν τη συναγωγη ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote πολλοι 98.8% ¦ οι πολλοι ꜱʙʟ ᴡʜ 0.9%
- Footnote αυτω ¦ τουτω ᴄᴛ
- Footnote και ¦ οτι και ᴛʀ
- Footnote δυναμεις ¦ αι δυναμεις ᴄᴛ
- Footnote γινονται ¦ γινομεναι ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινονται ᴛʜ
- Footnote μαριας ¦ της μαριας ᴀɴᴛ ᴄᴛ
- Footnote αδελφος δε ¦ και αδελφος ᴄᴛ
- Footnote ιωση 97.4% ¦ ιωσητος ᴄᴛ 1.2%
- Footnote ελεγε δε ¦ και ελεγεν ᴄᴛ
- Footnote συγγενεσι ¦ συγγενευσιν αυτου ᴄᴛ
- Footnote ηδυνατο ¦ εδυνατο ᴄᴛ
- Footnote ουδεμιαν δυναμιν ποιησαι ¦ ποιησαι ουδεμιαν δυναμιν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εθαυμαζε ¦ εθαυμασε ᴡʜ
- Footnote πηραν μη αρτον ¦ αρτον μη πηραν ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ενδυσησθε ¦ ενδυσασθαι ᴇʟᴢ ꜱᴄʀ ᴡʜ ¦ ενδεδυσθαι ᴀɴᴛ
- Footnote οσοι αν μη δεξωνται ¦ οσοι εαν μη δεξωνται ᴀɴᴛ ᴘᴄᴋ ¦ ος αν τοπος μη δεξηται ᴄᴛ
- Footnote αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοις η γομορροις εν ημερα κρισεως η τη πολει εκεινη ¦ — ᴄᴛ
- Footnote εκηρυσσον ¦ εκηρυξαν ᴄᴛ
- Footnote μετανοησωσι ¦ μετανοωσι ᴄᴛ
- Footnote ελεγεν 99% ¦ ελεγον ɴᴀ ꜱʙʟ ᴡʜ 0.7%
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote εκ νεκρων ηγερθη 91.4% ¦ εκ νεκρων ανεστη ᴍꜱꜱ 5.7% ¦ εγηγερται εκ νεκρων ᴄᴛ 0.7%
- Footnote αλλοι ¦ αλλοι δε ᴄᴛ
- Footnote ηλιας ¦ ηλειας ᴡʜ
- Footnote εστιν ¦ εστιν η ᴛʀ ¦ — ᴄᴛ
- Footnote ο ¦ — ʜꜰ ʀᴘ
- Footnote ειπεν ¦ ελεγεν ᴄᴛ
- Footnote οτι ¦ — ᴄᴛ
- Footnote ιωαννην ουτος εστιν αυτος 95.9% ¦ ιωαννην (ιωανην ᴡʜ) ουτος ɴᴀ ꜱʙʟ ᴛʜ 0.8%
- Footnote εκ νεκρων ¦ — ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote φυλακη 93.2% ¦ τη φυλακη ᴛʀ 5.3%
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ακουσας ¦ ακουων ᴘᴄᴋ
- Footnote εποιει 98.4% ¦ ηπορει ᴄᴛ 0.4%
- Footnote εποιει ¦ εποιησε ᴄᴛ
- Footnote χιλιαρχοις ¦ χειλιαρχοις ᴛʜ
- Footnote αυτης της 96.4% ¦ αυτου ɴᴀ ᴡʜ 0.4%
- Footnote και αρεσασης ¦ ηρεσε ɴᴀ ᴡʜ
- Footnote ειπεν ο βασιλευς ¦ ο δε βασιλευς ειπε ɴᴀ ᴡʜ
- Footnote οτι ο ¦ ο τι ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote η δε ¦ και ᴄᴛ
- Footnote αιτησομαι ¦ αιτησωμαι ᴄᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote βαπτιστου ¦ βαπτιζοντος ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote μοι δως εξαυτης ¦ εξαυτης δως μοι ᴄᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote συνανακειμενους ¦ ανακειμενους ᴄᴛ
- Footnote αυτην αθετησαι ¦ αθετησαι αυτην ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote σπεκουλατορα ¦ σπεκουλατωρα ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ενεχθηναι 98.6% ¦ ενεγκαι ᴄᴛ 0.4%
- Footnote ο δε 97% ¦ και ᴄᴛ 1.1%
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote μνημειω ¦ τω μνημειω ꜱᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ειπεν ¦ λεγει ᴄᴛ
- Footnote αναπαυεσθε ¦ αναπαυσασθε ᴄᴛ
- Footnote ευκαιρουν ¦ ηυκαιρουν ᴛʀ
- Footnote εις ερημον τοπον τω πλοιω ¦ εις ερημον τοπον εν πλοιω ᴀɴᴛ ¦ εν τω πλοιω εις ερημον τοπον ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ειδον ¦ ειδαν ᴡʜ
- Footnote υπαγοντας ¦ υπαγοντας οι οχλοι ᴛʀ
- Footnote επεγνωσαν ¦ εγνωσαν ᴡʜ
- Footnote αυτον ¦ αυτους ᴀɴᴛ ᴘᴄᴋ ¦ — ᴄᴛ
- Footnote και συνηλθον προς αυτον ¦ — ᴄᴛ
- Footnote ειδεν ο ιησους ¦ ο ιησους ειδε ᴀɴᴛ ¦ ειδε ᴄᴛ
- Footnote αυτοις ¦ αυτους ᴄᴛ
- Footnote λεγουσιν ¦ ελεγον ᴄᴛ
- Footnote αρτους τι γαρ φαγωσιν ουκ εχουσιν ¦ τι φαγωσιν ᴄᴛ
- Footnote δηναριων διακοσιων ¦ διακοσιων δηναριων ᴛʀ
- Footnote δωμεν ¦ δωσομεν ᴄᴛ
- Footnote αρτους εχετε 99.5% ¦ εχετε αρτους ꜱʙʟ ᴡʜ 0.5%
- Footnote και ¦ — ᴄᴛ
- Footnote ανακλιναι 88.9% ¦ ανακλιθηναι ᴡʜ 10.8%
- Footnote ανεπεσον ¦ ανεπεσαν ᴄᴛ
- Footnote ανα εκατον και ανα ¦ κατα εκατον και κατα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote αυτου ¦ — ᴀɴᴛ ᴡʜ
- Footnote παραθωσιν ¦ παρατιθωσιν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote κλασματων ¦ κλασματα ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote κοφινους πληρεις ¦ κοφινων πληρωματα ᴄᴛ
- Footnote πεντακισχιλιοι ¦ ωσει πεντακισχιλιοι ᴛʀ ¦ πεντακισχειλιοι ᴛʜ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote βηθσαιδαν ¦ βηθσαιδα ꜱᴄʀ
- Footnote απολυση ¦ απολυσει ᴘᴄᴋ ¦ απολυει ᴄᴛ
- Footnote ειδεν ¦ ιδων ᴀɴᴛ ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote περιπατουντα επι της θαλασσης ¦ επι της θαλασσης περιπατουντα ᴄᴛ
- Footnote φαντασμα ειναι ¦ οτι φαντασμα εστι ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ᴡʜ
- Footnote και ¦ ο δε ᴄᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote προς αυτους εις το πλοιον ¦ εις το πλοιον προς αυτους ᴀɴᴛ
- Footnote εκ περισσου 93.3% ¦ — ᴛʜ ᴡʜ 0.5%
- Footnote και εθαυμαζον 97.6% ¦ — ᴄᴛ 1.2%
- Footnote ην γαρ ¦ αλλ ην ᴀɴᴛ ᴄᴛ
- Footnote αυτων η καρδια ¦ η καρδια αυτων ᴛʀ
- Footnote ηλθον επι την γην ¦ απηλθον επι την γην ᴀɴᴛ ¦ επι την γην ηλθον εις ᴄᴛ
- Footnote γεννησαρετ ¦ γενησαρετ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴛ
- Footnote ευθεως ¦ ευθυς ᴄᴛ
- Footnote περιδραμοντες ¦ περιεδραμον ᴀɴᴛ ᴄᴛ
- Footnote περιχωρον ¦ χωραν ᴄᴛ
- Footnote ηρξαντο ¦ και ηρξαντο ᴀɴᴛ ᴄᴛ
- Footnote κραβαττοις ¦ κραββατοις ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εκει 94.9% ¦ — ᴄᴛ 1.3%
- Footnote πολεις η ¦ εις πολεις η εις ᴄᴛ
- Footnote ετιθουν ¦ ετιθεσαν ᴀɴᴛ ᴄᴛ
- Footnote ηπτοντο ¦ ηψαντο ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.