Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 5

Jesus Heals a Demon-Possessed Man

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν 1Γαδαρηνῶν. καὶ 2ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου 3εὐθέως 4ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν 5κατοίκησιν εἶχεν ἐν τοῖς 6μνήμασι, καὶ 7οὔτε ἁλύσεσιν οὐδεὶς 8ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς 9αὐτὸν ἴσχυε δαμάσαι. καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς 10ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 11

Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν 12αὐτῷ, καὶ κράξας φωνῇ μεγάλῃ 13εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν, Τί 14σοι ὄνομα; καὶ 15ἀπεκρίθη λέγων, 16Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ 17αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.

Ἦν δὲ ἐκεῖ 18πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· καὶ παρεκάλεσαν αὐτὸν 19πάντες οἱ δαίμονες λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. καὶ ἐπέτρεψεν αὐτοῖς 20εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν 21(ἦσαν δὲ ὡς 22δισχίλιοι) καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 23

Οἱ δὲ βόσκοντες 24τοὺς χοίρους ἔφυγον καὶ 25ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ 26ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον 27καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν 28Λεγεῶνα, καὶ ἐφοβήθησαν. 29διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. καὶ 30ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα 31ᾖ μετ᾽ αὐτοῦ. 32ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ 33ἀνάγγειλον αὐτοῖς ὅσα 34σοι ὁ Κύριος 35πεποίηκε καὶ ἠλέησέ σε. καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

A Girl Restored to Life and a Woman Healed

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. καὶ 36ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι 37Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ καὶ 38παρεκάλει αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς 39αὐτῇ τὰς χεῖρας, 40ὅπως σωθῇ καὶ 41ζήσεται. καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.

Καὶ γυνή 42τις οὖσα ἐν ῥύσει αἵματος 43ἔτη δώδεκα καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ 44αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα 45περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε 46γὰρ ὅτι 47Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. καὶ 48εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ 49εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, Τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν 50ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ, 51Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; ὁ δὲ Ἰησοῦς 52εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. καὶ οὐκ ἀφῆκεν 53οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ 54Πέτρον καὶ Ἰάκωβον καὶ 55Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. καὶ 56ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον, 57κλαίοντας καὶ ἀλαλάζοντας πολλά. καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. 58ὁ δὲ ἐκβαλὼν 59πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον 60ἀνακείμενον. καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, 61Ταλιθά, κοῦμι, ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, 62ἔγειραι. καὶ 63εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα) καὶ 64ἐξέστησαν ἐκστάσει μεγάλῃ. καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς 65γνῷ τοῦτο, καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Source notes (65)
  1. Footnote γαδαρηνων 95% ¦ γεργεσηνων ᴀɴᴛ 4% ¦ γερασηνων ᴄᴛ 0.3%
  2. Footnote εξελθοντι αυτω ¦ εξελθοντος αυτου ᴀɴᴛ ᴄᴛ
  3. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  4. Footnote απηντησεν ¦ υπηντησεν ᴄᴛ
  5. Footnote κατοικησιν ¦ οικησιν ᴘᴄᴋ
  6. Footnote μνημασι ¦ μνημειοις ᴛʀ
  7. Footnote ουτε αλυσεσιν ¦ ουδε αλυσει ουκετι ᴄᴛ
  8. Footnote εδυνατο ¦ ηδυνατο ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  9. Footnote αυτον ισχυε ¦ αυτον ισχυσε ᴘᴄᴋ ¦ ισχυεν αυτον ᴀɴᴛ ᴄᴛ
  10. Footnote ορεσι και εν τοις μνημασιν ¦ μνημασι και εν τοις ορεσιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  11. Footnote ιδων δε ¦ και ιδων ᴄᴛ
  12. Footnote αυτω ¦ αυτον ᴀɴᴛ ꜱʙʟ ᴡʜ
  13. Footnote ειπε ¦ λεγει ᴀɴᴛ ᴄᴛ
  14. Footnote σοι ονομα ¦ ονομα σοι ᴀɴᴛ ᴄᴛ
  15. Footnote απεκριθη λεγων ¦ λεγει αυτω ᴄᴛ
  16. Footnote λεγεων ¦ λεγιων ᴄᴛ
  17. Footnote αυτους αποστειλη ¦ αποστειλη αυτους ᴀɴᴛ ¦ αυτα αποστειλη ɴᴀ ꜱʙʟ ᴡʜ
  18. Footnote προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη ¦ προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη ᴛʀ ¦ αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει ᴀɴᴛ
  19. Footnote παντες οι δαιμονες ¦ — ᴄᴛ
  20. Footnote ευθεως ο ιησους ¦ — ᴄᴛ
  21. Footnote ησαν δε ¦ — ᴄᴛ
  22. Footnote δισχιλιοι ¦ δισχειλιοι ᴛʜ
  23. Footnote οι δε ¦ και οι ᴀɴᴛ ᴄᴛ
  24. Footnote τους χοιρους ¦ αυτους ᴄᴛ
  25. Footnote ανηγγειλαν ¦ απηγγειλαν ᴀɴᴛ ᴄᴛ
  26. Footnote εξηλθον ¦ ηλθον ᴄᴛ
  27. Footnote και ¦ — ᴄᴛ
  28. Footnote λεγεωνα ¦ λεγιωνα ᴄᴛ
  29. Footnote διηγησαντο δε ¦ και διηγησαντο ᴀɴᴛ ᴄᴛ ᴛʀ
  30. Footnote εμβαντος ¦ εμβαινοντος ᴀɴᴛ ᴄᴛ
  31. Footnote η μετ αυτου ¦ μετ αυτου η ᴀɴᴛ ᴄᴛ
  32. Footnote ο δε ιησους ¦ και ᴀɴᴛ ᴄᴛ
  33. Footnote αναγγειλον ¦ απαγγειλον ᴄᴛ
  34. Footnote σοι ο κυριος ¦ ο κυριος σοι ᴄᴛ
  35. Footnote πεποιηκε ¦ εποιησε ᴛʀ
  36. Footnote ιδου ¦ — ᴀɴᴛ ᴄᴛ
  37. Footnote ιαειρος ¦ ιαιρος ɴᴀ ꜱʙʟ
  38. Footnote παρεκαλει ¦ παρακαλει ɴᴀ ꜱʙʟ ᴡʜ
  39. Footnote αυτη τας χειρας ¦ τας χειρας αυτη ᴄᴛ
  40. Footnote οπως ¦ ινα ᴄᴛ
  41. Footnote ζησεται ¦ ζηση ᴄᴛ
  42. Footnote τις ¦ — ᴄᴛ
  43. Footnote ετη δωδεκα ¦ δωδεκα ετη ᴄᴛ
  44. Footnote αυτης ¦ εαυτης ᴀɴᴛ ᴛʀ
  45. Footnote περι 97.9% ¦ τα περι ᴡʜ 0.6%
  46. Footnote γαρ ¦ γαρ εν εαυτη ᴀɴᴛ
  47. Footnote καν των ιματιων αυτου αψωμαι ¦ εαν αψωμαι καν των ιματιων αυτου ᴀɴᴛ ᴄᴛ
  48. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  49. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  50. Footnote επ ¦ — ᴄᴛ
  51. Footnote θυγατερ ¦ θυγατηρ ɴᴀ ꜱʙʟ ᴡʜ
  52. Footnote ευθεως ακουσας ¦ παρακουσας ᴄᴛ
  53. Footnote οὐδένα αὐτῷ ¦ αὑτῷ οὐδένα ᴀɴᴛ ¦ οὐδένα μετ᾽ αὐτοῦ ᴄᴛ
  54. Footnote πετρον ¦ τον πετρον ᴄᴛ
  55. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  56. Footnote ερχεται ¦ ερχονται ᴄᴛ
  57. Footnote κλαιοντας ¦ και κλαιοντας ᴀɴᴛ ᴄᴛ ꜱᴄʀ
  58. Footnote ο ¦ αυτος ᴄᴛ
  59. Footnote παντας ¦ απαντας ᴛʀ
  60. Footnote ανακειμενον ¦ — ᴄᴛ
  61. Footnote ταλιθα κουμι 79.8% ¦ ταλιθα (ταλειθα ᴡʜ) κουμ ɴᴀ ꜱʙʟ ᴛʜ 16.2%
  62. Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
  63. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  64. Footnote εξεστησαν 95.6% ¦ εξεστησαν ευθυς ɴᴀ ꜱʙʟ ᴡʜ 0.5%
  65. Footnote γνω ¦ γνοι ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.