Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 4

The Parable of the Sower

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ 1συνήχθη πρὸς αὐτὸν ὄχλος 2πολύς, ὥστε αὐτὸν 3ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς 4ἦν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Ἀκούετε. ἰδού, ἐξῆλθεν ὁ σπείρων 5τοῦ σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσε 6παρὰ τὴν ὁδόν, καὶ 7ἦλθε τὰ 8πετεινὰ καὶ κατέφαγεν αὐτό. 9ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες 10ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ 11εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς. 12ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. καὶ 13ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ 14αὐξάνοντα, καὶ ἔφερεν 15ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. καὶ 16ἔλεγεν, 17Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

The Purpose of Speaking in Parables

18

Ὅτε δὲ ἐγένετο καταμόνας, 19ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα 20τὴν παραβολήν. καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν 21δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα 22γίνεται, ἵνα

Βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι,

καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι,

μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς 23τὰ ἁμαρτήματα.

The Parable of the Sower Explained

Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; ὁ σπείρων τὸν λόγον σπείρει. οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, 24εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον 25ἐν ταῖς καρδίαις αὐτῶν. καὶ οὗτοί 26εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον 27εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον 28εὐθέως σκανδαλίζονται. καὶ 29οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, 30οἱ τὸν λόγον 31ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος 32τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι 33συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος 34γίνεται. καὶ 35οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν 36ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.

A Lamp Under a Basket

Καὶ ἔλεγεν αὐτοῖς, 37Μήτι 38ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν 39κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν 40ἐπιτεθῇ; οὐ γάρ ἐστί 41τι κρυπτὸν 42ὃ ἐὰν 43μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα 44εἰς φανερὸν ἔλθῃ. εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.

Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε 45μετρηθήσεται ὑμῖν, 46καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ 47ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

The Parable of the Growing Seed

Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς 48ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος 49βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. αὐτομάτη 50γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, 51εἶτα στάχυν, εἶτα 52πλήρη σῖτον ἐν τῷ στάχυϊ. ὅταν δὲ 53παραδῷ ὁ καρπός, 54εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

The Parable of the Mustard Seed

Καὶ ἔλεγε, 55Τίνι 56ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ ἢ ἐν 57ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; ὡς 58κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, 59μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ 60γίνεται 61πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ 62κατασκηνοῦν.

The Use of Parables

Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς 63ἐδύναντο ἀκούειν· χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει 64αὐτοῖς, 65κατ᾽ ἰδίαν δὲ τοῖς 66μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.

Jesus Calms a Storm

Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα 67δὲ 68πλοιάρια ἦν μετ᾽ αὐτοῦ. καὶ 69γίνεται λαῖλαψ 70ἀνέμου μεγάλη, 71τὰ δὲ κύματα 72ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε 73αὐτὸ ἤδη γεμίζεσθαι. καὶ 74ἦν αὐτὸς 75ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ 76διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε 77οὕτω; 78πῶς οὐκ ἔχετε πίστιν; καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα 79ὑπακούουσιν αὐτῷ;

Source notes (79)
  1. Footnote συνηχθη ¦ συναγεται ᴄᴛ
  2. Footnote πολυς ¦ πλειστος ᴄᴛ
  3. Footnote εμβαντα εις το πλοιον ¦ εις πλοιον εμβαντα ᴄᴛ
  4. Footnote ην ¦ ησαν ᴀɴᴛ ᴄᴛ
  5. Footnote του ¦ — ᴄᴛ
  6. Footnote παρα ¦ επι ᴀɴᴛ
  7. Footnote ηλθε ¦ ηλθον ᴀɴᴛ
  8. Footnote πετεινα ¦ πετεινα του ουρανου ᴛʀ
  9. Footnote αλλο δε ¦ και αλλο ᴀɴᴛ ᴄᴛ
  10. Footnote οπου ¦ και οπου ᴡʜ
  11. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  12. Footnote ηλιου δε ανατειλαντος ¦ και οτε ανετειλεν ο ηλιος ᴄᴛ
  13. Footnote αλλο ¦ αλλα ᴄᴛ
  14. Footnote αυξανοντα ¦ αυξανομενα ᴄᴛ
  15. Footnote ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ʜꜰ ɴᴀ ꜱʙʟ ᴛʀ ¦ εἰς … ἐν … ἐν ᴡʜ
  16. Footnote ελεγεν ¦ ελεγεν αυτοις ᴀɴᴛ ᴛʀ
  17. Footnote ο εχων ¦ ος εχει ᴄᴛ
  18. Footnote οτε δε ¦ και οτε ᴄᴛ
  19. Footnote ηρωτησαν ¦ ηρωτων ᴄᴛ
  20. Footnote την παραβολην ¦ τας παραβολας ᴄᴛ
  21. Footnote δεδοται γνωναι το μυστηριον ¦ δεδοται γνωναι τα μυστηρια ᴀɴᴛ ¦ το μυστηριον δεδοται ᴄᴛ
  22. Footnote γινεται ¦ γεινεται ᴛʜ
  23. Footnote τα αμαρτηματα ¦ — ᴄᴛ
  24. Footnote ευθεως ¦ ευθυς ᴀɴᴛ ᴄᴛ
  25. Footnote εν ταις καρδιαις αυτων ¦ εις αυτους ꜱʙʟ ᴡʜ ¦ εν αυτοις ɴᴀ ᴛʜ
  26. Footnote εισιν ομοιως 95.5% ¦ ομοιως εισιν ᴀɴᴛ 1.5%
  27. Footnote ευθεως ¦ ευθυς ᴀɴᴛ ᴄᴛ
  28. Footnote ευθεως ¦ ευθυς ᴀɴᴛ ᴄᴛ
  29. Footnote ουτοι ¦ αλλοι ᴄᴛ
  30. Footnote οι ¦ ουτοι εισιν οι ᴄᴛ ᴇʟᴢ ꜱᴛ
  31. Footnote ακουοντες ¦ ακουσαντες ᴄᴛ
  32. Footnote τουτου ¦ — ᴄᴛ
  33. Footnote συμπνιγουσι ¦ συνπνιγουσι ᴛʜ ᴡʜ
  34. Footnote γινεται ¦ γεινεται ᴛʜ
  35. Footnote ουτοι ¦ εκεινοι ᴄᴛ
  36. Footnote ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ʜꜰ ɴᴀ ꜱʙʟ ᴛʀ
  37. Footnote μητι 98.6% ¦ οτι μητι ᴡʜ 0.2%
  38. Footnote ο λυχνος ερχεται ¦ ερχεται ο λυχνος ᴀɴᴛ ᴄᴛ
  39. Footnote κλινην ¦ κλεινην ᴛʜ
  40. Footnote επιτεθη ¦ τεθη ᴄᴛ
  41. Footnote τι ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  42. Footnote ο ¦ — ᴄᴛ
  43. Footnote μη ¦ μη ινα ᴄᴛ
  44. Footnote εις φανερον ελθη ¦ ελθη εις φανερον ᴀɴᴛ ᴄᴛ
  45. Footnote μετρηθησεται ¦ αντιμετρηθησεται ᴘᴄᴋ
  46. Footnote και προστεθησεται υμιν τοις ακουουσιν 88.8% ¦ τοις ακουουσιν ᴍꜱꜱ 6.4% ¦ και προστεθησεται υμιν ᴄᴛ 0.6%
  47. Footnote αν εχη ¦ εχει ᴄᴛ
  48. Footnote εαν ¦ αν ᴀɴᴛ ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  49. Footnote βλαστανη ¦ βλαστα ᴄᴛ
  50. Footnote γαρ ¦ — ᴄᴛ
  51. Footnote ειτα σταχυν ειτα ¦ ειτεν σταχυν ειτεν ᴡʜ
  52. Footnote πληρη ¦ πληρης ɴᴀ ꜱʙʟ
  53. Footnote παραδω ¦ παραδοι ᴄᴛ
  54. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  55. Footnote τινι ¦ πως ᴀɴᴛ ᴄᴛ
  56. Footnote ομοιωσωμεν ¦ ομοιωσομεν ʜꜰ ᴘᴄᴋ
  57. Footnote ποια παραβολη παραβαλωμεν αυτην ¦ τινι παραβολη παραβαλωμεν αυτην ᴀɴᴛ ¦ τινι αυτην παραβολη θωμεν ᴄᴛ
  58. Footnote κοκκον ¦ κοκκω ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ
  59. Footnote μικροτερος παντων των σπερματων εστι ¦ μικροτερον ον παντων των σπερματων ᴄᴛ
  60. Footnote γινεται ¦ γεινεται ᴛʜ
  61. Footnote παντων των λαχανων μειζων ¦ μειζων παντων των λαχανων ᴀɴᴛ ¦ μειζον παντων των λαχανων ᴄᴛ
  62. Footnote κατασκηνουν ¦ κατασκηνοιν ᴡʜ
  63. Footnote εδυναντο ¦ ηδυναντο ᴀɴᴛ ᴄᴛ ᴛʀ
  64. Footnote αυτοις ¦ αυτοις τον λογον ᴀɴᴛ
  65. Footnote κατ ¦ καθ ᴛʜ
  66. Footnote μαθηταις αυτου ¦ ιδιοις μαθηταις ᴄᴛ
  67. Footnote δε ¦ — ᴄᴛ
  68. Footnote πλοιαρια ¦ πλοια ᴀɴᴛ ᴄᴛ
  69. Footnote γινεται ¦ γεινεται ᴛʜ
  70. Footnote ανεμου μεγαλη ¦ μεγαλη ανεμου ᴄᴛ
  71. Footnote τα δε ¦ και τα ᴄᴛ
  72. Footnote επεβαλλεν ¦ επεβαλεν ʜꜰ ᴘᴄᴋ
  73. Footnote αυτο ηδη γεμιζεσθαι ¦ ηδη αυτο βυθιζεσθαι ᴀɴᴛ ¦ ηδη γεμιζεσθαι το πλοιον ᴄᴛ
  74. Footnote ην αυτος ¦ αυτος ην ᴄᴛ
  75. Footnote επι ¦ εν ᴄᴛ
  76. Footnote διεγειρουσιν ¦ εγειρουσιν ᴄᴛ
  77. Footnote ουτω 96.7% ¦ — ᴄᴛ 1%
  78. Footnote πως ουκ 97.4% ¦ ουπω ᴄᴛ 1.9%
  79. Footnote υπακουουσιν αυτω 96.1% ¦ υπακουει αυτω ᴄᴛ 0.4%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.