Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 3

Jesus Heals a Man with a Withered Hand

Καὶ εἰσῆλθε πάλιν εἰς 1τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ 2παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ 3ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, 4Ἔγειραι εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν 5ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, 6συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά 7σου. καὶ ἐξέτεινε, καὶ 8ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ 9ὑγιὴς ὡς ἡ ἄλλη. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι 10εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον 11ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσι.

A Great Multitude Follows Jesus

Καὶ ὁ Ἰησοῦς 12ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας 13ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου· καὶ 14οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, 15ἀκούσαντες ὅσα 16ἐποίει 17ἦλθον πρὸς αὐτόν. καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν 18ἐθεώρει, 19προσέπιπτεν αὐτῷ καὶ 20ἔκραζε λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ 21φανερὸν αὐτὸν ποιήσωσι.

The Twelve Apostles

Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε 22δώδεκα ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν καὶ ἔχειν ἐξουσίαν 23θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· 24καὶ ἐπέθηκε 25τῷ Σίμωνι ὄνομα Πέτρον, καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ 26Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς 27ὀνόματα 28Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς) καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ 29Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν 30Κανανίτην καὶ Ἰούδαν 31Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.

Jesus and Beelzebul

Καὶ 32ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν 33ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς 34μήτε ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι Ἐξέστη. καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι 35Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ 36δύναται 37σταθῆναι ἡ οἰκία ἐκείνη. καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ 38μεμέρισται, οὐ δύναται 39σταθῆναι, ἀλλὰ τέλος ἔχει. 40οὐδεὶς δύναται 41τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ 42διαρπάσῃ.

Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται 43τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ 44βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, 45ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου 46κρίσεως. ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.

Jesus’ Mother and Brothers

47

Ἔρχονται οὖν 48οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω 49ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν 50φωνοῦντες αὐτόν. καὶ ἐκάθητο 51ὄχλος περὶ αὐτόν, 52εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου 53καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. καὶ 54ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου 55ἢ οἱ ἀδελφοί 56μου; καὶ περιβλεψάμενος 57κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει, 58Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. ὃς 59γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή 60μου καὶ 61μήτηρ ἐστί.

Source notes (61)
  1. Footnote την ¦ — ꜱʙʟ ᴡʜ
  2. Footnote παρετηρουν ¦ παρετητηρουν ᴀɴᴛ*
  3. Footnote εξηραμμενην εχοντι την χειρα 93.3% ¦ την χειρα εχοντι ξηραν ꜱʙʟ ᴡʜ 0.4% ¦ την ξηραν χειρα εχοντι ɴᴀ ᴛʜ 0.2%
  4. Footnote εγειραι ¦ εγειρε ᴀɴᴛ ᴄᴛ
  5. Footnote αγαθοποιησαι ¦ αγαθον ποιησαι ɴᴀ
  6. Footnote συλλυπουμενος ¦ συνλυπουμενος ᴛʜ ᴡʜ
  7. Footnote σου ¦ — ɴᴀ ꜱʙʟ
  8. Footnote απεκατεσταθη ¦ αποκατεσταθη ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  9. Footnote υγιης ως η αλλη ¦ — ᴄᴛ
  10. Footnote ευθεως ¦ ευθυς ᴄᴛ
  11. Footnote εποιουν 92.5% ¦ εποιησαν ᴍꜱꜱ 5.2% ¦ εδιδουν ᴄᴛ 1.3%
  12. Footnote ανεχωρησε μετα των μαθητων αυτου ¦ μετα των μαθητων αυτου ανεχωρησε ᴄᴛ
  13. Footnote ηκολουθησαν αυτω 50.9% ¦ ηκολουθησεν αυτω ᴘᴄᴋ 42.9% ¦ ηκολουθησε ᴄᴛ 0.2%
  14. Footnote οι ¦ — ᴄᴛ
  15. Footnote ακουσαντες ¦ ακουοντες ᴄᴛ
  16. Footnote εποιει ¦ ποιει ᴡʜ
  17. Footnote ηλθον ¦ ηλθαν ᴡʜ
  18. Footnote εθεωρει ¦ εθεωρουν ᴀɴᴛ ᴄᴛ
  19. Footnote προσεπιπτεν ¦ προσεπιπτον ᴀɴᴛ ᴄᴛ
  20. Footnote εκραζε ¦ εκραζον ᴀɴᴛ ᴄᴛ
  21. Footnote φανερον αυτον ¦ αυτον φανερον ᴄᴛ ᴛʀ
  22. Footnote δωδεκα 97.1% ¦ δωδεκα ους και αποστολους ωνομασεν ᴡʜ 1.5%
  23. Footnote θεραπευειν τας νοσους και ¦ — ᴄᴛ
  24. Footnote και 98.8% ¦ και εποιησε τους δωδεκα και ꜱʙʟ ᴡʜ 0.4%
  25. Footnote τω σιμωνι ονομα ¦ ονομα τω σιμωνι ᴀɴᴛ ᴄᴛ
  26. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  27. Footnote ονοματα ¦ ονομα ᴡʜ
  28. Footnote βοανεργες ¦ βοανηργες ᴄᴛ
  29. Footnote ματθαιον ¦ μαθθαιον ᴄᴛ
  30. Footnote κανανιτην ¦ καναναιον ᴄᴛ
  31. Footnote ισκαριωτην 98% ¦ ισκαριωθ ᴄᴛ 0.8%
  32. Footnote ερχονται ¦ ερχεται ᴄᴛ
  33. Footnote οχλος 89.5% ¦ ο οχλος ꜱʙʟ ᴛʜ ᴡʜ 7.4%
  34. Footnote μητε ¦ μηδε ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴡʜ
  35. Footnote βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ
  36. Footnote δυναται ¦ δυνησεται ᴄᴛ
  37. Footnote σταθηναι η οικια εκεινη ¦ η οικια εκεινη σταθηναι ɴᴀ ꜱʙʟ ¦ η οικια εκεινη στηναι ᴛʜ ᴡʜ
  38. Footnote μεμερισται ¦ εμερισθη ᴄᴛ
  39. Footnote σταθηναι ¦ στηναι ᴄᴛ
  40. Footnote ουδεις δυναται ¦ ου δυναται ουδεις ᴛʀ ¦ αλλ ου δυναται ουδεις ɴᴀ ᴛʜ ᴡʜ ¦ αλλ ουδεις δυναται ꜱʙʟ
  41. Footnote τα σκευη του ισχυρου εισελθων εις την οικιαν ¦ εις την οικιαν του ισχυρου εισελθων τα σκευη ᴄᴛ
  42. Footnote διαρπαση ¦ διαρπασει ᴀɴᴛ ᴄᴛ ᴛʀ
  43. Footnote τα αμαρτηματα τοις υιοις των ανθρωπων ¦ τοις υιοις των ανθρωπων τα αμαρτηματα ᴀɴᴛ ᴄᴛ
  44. Footnote βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ᴀɴᴛ ¦ αι βλασφημιαι οσα εαν ᴄᴛ
  45. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  46. Footnote κρισεως 97% ¦ αμαρτηματος ᴄᴛ 0.7%
  47. Footnote ερχονται ουν ¦ και ερχεται ɴᴀ ᴛʜ ¦ και ερχονται ꜱʙʟ ᴡʜ
  48. Footnote οι αδελφοι και η μητηρ 80.8% ¦ οι αδελφοι αυτου και η μητηρ ᴍꜱꜱ 13.5% ¦ η μητηρ αυτου και οι αδελφοι ᴀɴᴛ ᴄᴛ 2.7%
  49. Footnote εστωτες ¦ στηκοντες ᴄᴛ
  50. Footnote φωνουντες 94.6% ¦ καλουντες ᴄᴛ 1.6%
  51. Footnote οχλος περι αυτον ¦ περι αυτον οχλος ᴀɴᴛ ᴄᴛ
  52. Footnote ειπον δε ¦ και λεγουσιν ᴄᴛ
  53. Footnote και αι αδελφαι σου 70.2% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 28.9%
  54. Footnote απεκριθη αυτοις λεγων ¦ αποκριθεις αυτοις λεγει ᴄᴛ
  55. Footnote η ¦ και ɴᴀ ᴛʜ ᴡʜ
  56. Footnote μου ¦ — ᴡʜ
  57. Footnote κυκλω τους περι αυτον ¦ τους περι αυτον κυκλω ᴄᴛ
  58. Footnote ιδε ¦ ιδου ᴘᴄᴋ
  59. Footnote γαρ 99.4% ¦ — ᴡʜ 0.3%
  60. Footnote μου ¦ — ᴄᴛ
  61. Footnote μητηρ ¦ μητηρ μου ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.