Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4

Peter and John Brought Before the Council

Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ 1ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν 2τῶν νεκρῶν. καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη 3ὁ ἀριθμὸς τῶν ἀνδρῶν 4ὡσεὶ χιλιάδες πέντε.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ 5πρεσβυτέρους καὶ 6γραμματεῖς 7εἰς Ἱερουσαλήμ, καὶ 8Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. καὶ στήσαντες αὐτοὺς ἐν 9μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι 10τοῦ Ἰσραήλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος 11σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν 12οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, 13οὔτε γὰρ ὄνομά 14ἐστιν ἕτερον 15τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ 16Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. τὸν 17δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα 18τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν 19συνέβαλλον πρὸς ἀλλήλους λέγοντες, Τί 20ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα 21ἀρνήσασθαι· ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, 22ἀπειλῇ 23ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ 24ἀνθρώπων. καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν 25αὐτοῖς 26τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος καὶ 27Ἰωάννης ἀποκριθέντες 28πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ 29εἴδομεν καὶ 30ἠκούσαμεν μὴ λαλεῖν. οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς 31κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. ἐτῶν γὰρ ἦν πλειόνων 32τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν 33ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

The Believers Pray for Boldness

Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ 34ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι 35εἶπον. οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ 36εἶπον, δέσποτα, σὺ 37ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ 38διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,

Ἵνα τί ἐφρύαξαν ἔθνη

καὶ λαοὶ ἐμελέτησαν κενά;

παρέστησαν οἱ βασιλεῖς τῆς γῆς

καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας 39ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος 40Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή 41σου προώρισε γενέσθαι. καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά 42σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες 43Πνεύματος Ἁγίου καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

The Believers Share Their Belongings

Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν 44ἡ καρδία καὶ 45ἡ ψυχὴ μία, καὶ 46οὐδὲ εἷς τι τῶν ὑπαρχόντων 47αὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς 48ἅπαντα κοινά. καὶ 49μεγάλῃ δυνάμει ἀπεδίδουν 50τὸ μαρτύριον οἱ ἀπόστολοι 51τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. οὐδὲ γὰρ ἐνδεής τις 52ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· 53διεδίδοτο δὲ ἑκάστῳ 54καθὸ τις χρείαν εἶχεν. 55Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας 56ἀπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον Υἱὸς παρακλήσεως) 57Λευΐτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε 58παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Source notes (58)
  1. Footnote ιερεις ¦ αρχιερεις ᴡʜ
  2. Footnote των ¦ την εκ ᴄᴛ ᴛʀ
  3. Footnote ο ¦ — ᴡʜ
  4. Footnote ωσει ¦ ως ꜱʙʟ ᴛʜ ᴡʜ
  5. Footnote πρεσβυτερους ¦ τους πρεσβυτερους ᴀɴᴛ ᴄᴛ
  6. Footnote γραμματεις ¦ τους γραμματεις ᴄᴛ
  7. Footnote εις ¦ εν ᴄᴛ ᴘᴄᴋ
  8. Footnote ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος ᴄᴛ
  9. Footnote μεσω ¦ τω μεσω ᴀɴᴛ ᴄᴛ ᴛʀ
  10. Footnote του ισραηλ 96.9% ¦ — ᴄᴛ 1.8%
  11. Footnote σεσωσται ¦ σεσωται ɴᴀ
  12. Footnote οικοδομουντων ¦ οικοδομων ᴄᴛ
  13. Footnote ουτε ¦ ουδε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  14. Footnote εστιν ετερον ¦ ετερον εστιν ᴘᴄᴋ
  15. Footnote το ¦ υπο τον ουρανον το ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ
  16. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  17. Footnote δε ¦ τε ᴄᴛ
  18. Footnote τον ¦ — ᴘᴄᴋ
  19. Footnote συνεβαλλον ¦ συνεβαλον ᴛʀ
  20. Footnote ποιησωμεν ¦ ποιησομεν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  21. Footnote αρνησασθαι ¦ αρνεισθαι ᴄᴛ
  22. Footnote απειλη ¦ — ᴄᴛ
  23. Footnote απειλησομεθα ¦ απειλησωμεθα ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ
  24. Footnote ανθρωπων ¦ ανθρωπω ᴘᴄᴋ
  25. Footnote αυτοις ¦ — ᴄᴛ
  26. Footnote το ¦ — ᴡʜ
  27. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  28. Footnote προς αυτους ειπον ¦ ειπον προς αυτους ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ειπαν προς αυτους ᴡʜ
  29. Footnote ειδομεν ¦ ειδαμεν ᴄᴛ
  30. Footnote ηκουσαμεν ¦ α ηκουσαμεν ᴘᴄᴋ
  31. Footnote κολασονται ¦ κολασωνται ᴄᴛ ᴛʀ
  32. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
  33. Footnote εγεγονει ¦ γεγονει ɴᴀ ꜱʙʟ ᴡʜ
  34. Footnote απηγγειλαν ¦ ανηγγειλαν ᴘᴄᴋ
  35. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  36. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  37. Footnote ο θεος ¦ — ᴀɴᴛ ᴄᴛ
  38. Footnote δια στοματος δαυιδ (δαβιδ ʜꜰ) 64% ¦ δια στοματος δαβιδ του ᴛʀ 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ ᴛʜ ᴡʜ) ɴᴀ ꜱʙʟ 5.2%
  39. Footnote επι ¦ εν τη πολει ταυτη επι ᴄᴛ
  40. Footnote πιλατος ¦ πειλατος ᴡʜ
  41. Footnote σου ¦ — ꜱʙʟ ᴡʜ
  42. Footnote σου ¦ — ᴡʜ
  43. Footnote πνευματος αγιου ¦ του αγιου πνευματος ᴄᴛ
  44. Footnote η ¦ — ᴄᴛ
  45. Footnote η ¦ — ᴄᴛ
  46. Footnote ουδε ¦ ουδ ᴇʟᴢ ꜱᴄʀ
  47. Footnote αυτων ¦ αυτω ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  48. Footnote απαντα ¦ παντα ꜱʙʟ ᴡʜ
  49. Footnote μεγαλη δυναμει ¦ δυναμει μεγαλη ᴄᴛ ᴘᴄᴋ
  50. Footnote το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον ᴘᴄᴋ
  51. Footnote της αναστασεως του κυριου ιησου 78.4% ¦ της αναστασεως του κυριου ιησου χριστου ᴍꜱꜱ 16.3% ¦ του κυριου ιησου της αναστασεως ᴡʜ 0.2%
  52. Footnote υπηρχεν 73.8% ¦ ην ᴄᴛ ᴘᴄᴋ 24.4%
  53. Footnote διεδιδοτο ¦ διεδιδετο ᴄᴛ
  54. Footnote καθο ¦ καθοτι αν ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  55. Footnote ιωσης ¦ ιωσηφ ᴄᴛ
  56. Footnote απο ¦ υπο ᴛʀ
  57. Footnote λευιτης ¦ λευειτης ᴡʜ
  58. Footnote παρα ¦ προς ɴᴀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.