Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3

Peter Heals a Lame Man

Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ 1Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν 2ἐνάτην. καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ 3Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα 4ἐλεημοσύνην. ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ 5Ἰωάννῃ εἶπε, Βλέψον εἰς ἡμᾶς. ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν. εἶπε δὲ Πέτρος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου 6ἔγειραι καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς 7ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν 8αὐτοῦ αἱ βάσεις καὶ τὰ 9σφυρά. καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. καὶ εἶδεν 10αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν, ἐπεγίνωσκόν 11τε αὐτὸν ὅτι 12οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

Peter Speaks in Solomon’s Portico

Κρατοῦντος δὲ 13τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. ἰδὼν δὲ 14Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες 15Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς 16μὲν παρεδώκατε καὶ ἠρνήσασθε 17αὐτὸν κατὰ πρόσωπον 18Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. καὶ 19ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν 20αὐτοῦ παθεῖν τὸν Χριστὸν ἐπλήρωσεν οὕτω. μετανοήσατε οὖν καὶ ἐπιστρέψατε 21εἰς τὸ 22ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν 23προκεχειρισμένον ὑμῖν 24Χριστὸν Ἰησοῦν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος 25πάντων 26τῶν ἁγίων 27αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος. 28Μωσῆς μὲν 29γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς 30ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. ἔσται δὲ πᾶσα ψυχὴ ἥτις 31ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου 32ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ 33κατήγγειλαν τὰς ἡμέρας ταύτας. ὑμεῖς ἐστε 34υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς 35διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας 36ἡμῶν λέγων πρὸς Ἀβραάμ, Καὶ 37ἐν τῷ σπέρματί σου 38ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. ὑμῖν πρῶτον 39ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ 40Ἰησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Source notes (40)
  1. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  2. Footnote ενατην ¦ εννατην ᴛʀ
  3. Footnote ιωαννην ¦ ιωανην ᴡʜ
  4. Footnote ελεημοσυνην ¦ ελεημοσυνην λαβειν ᴄᴛ ᴇʟᴢ ꜱᴛ
  5. Footnote ιωαννη ¦ ιωανη ᴡʜ
  6. Footnote εγειραι και ¦ εγειρε και ᴀɴᴛ ʜꜰ ɴᴀ ᴛʜ ¦ — ꜱʙʟ ᴡʜ
  7. Footnote ηγειρε ¦ ηγειρεν αυτον ᴄᴛ
  8. Footnote αυτου αι βασεις ¦ αι βασεις αυτου ᴄᴛ
  9. Footnote σφυρα ¦ σφυδρα ᴄᴛ
  10. Footnote αυτον πας ο λαος ¦ πας ο λαος αυτον ᴄᴛ
  11. Footnote τε ¦ δε ᴄᴛ
  12. Footnote ουτος ¦ αυτος ɴᴀ ᴛʜ
  13. Footnote του ιαθεντος (ιαθεντες ꜱᴛ*) χωλου τον πετρον και ιωαννην συνεδραμε προς αυτους πας ο λαος 78.6% ¦ αυτου τον πετρον και τον ιωαννην (ιωανην ᴡʜ) συνεδραμε πας ο λαος προς αυτους ɴᴀ ꜱʙʟ ᴛʜ 2.9%
  14. Footnote πετρος ¦ ο πετρος ᴄᴛ
  15. Footnote ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ
  16. Footnote μεν ¦ — ᴛʀ
  17. Footnote αυτον ¦ — ᴄᴛ
  18. Footnote πιλατου ¦ πειλατου ᴡʜ
  19. Footnote επι ¦ — ᴡʜ
  20. Footnote αυτου παθειν τον χριστον ¦ παθειν τον χριστον αυτου ᴄᴛ
  21. Footnote εις ¦ προς ꜱʙʟ ᴡʜ
  22. Footnote εξαλειφθηναι ¦ εξαλιφθηναι ᴡʜ
  23. Footnote προκεχειρισμενον ¦ προκεκηρυγμενον ᴛʀ
  24. Footnote χριστον ιησουν ¦ ιησουν χριστον ᴛʀ
  25. Footnote παντων ¦ — ᴄᴛ
  26. Footnote των ¦ — ᴀɴᴛ ᴛʀ
  27. Footnote αυτου προφητων απ αιωνος 79.3% ¦ απ αιωνος αυτου προφητων ᴄᴛ 5.3%
  28. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  29. Footnote γαρ προς τους πατερας ειπεν 80.3% ¦ ειπε προς τους πατερας ᴍꜱꜱ 5.6% ¦ ειπεν ᴄᴛ 4%
  30. Footnote υμων ¦ ημων ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ — ꜱʙʟ ᴡʜ
  31. Footnote εαν ¦ αν ᴘᴄᴋ ꜱʙʟ ᴛʀ ᴡʜ
  32. Footnote εξολοθρευθησεται ¦ εξολεθρευθησεται ᴄᴛ
  33. Footnote κατηγγειλαν ¦ προκατηγγειλαν ᴘᴄᴋ ᴛʀ
  34. Footnote υιοι ¦ οι υιοι ᴄᴛ
  35. Footnote διεθετο ο θεος ¦ ο θεος διεθετο ᴡʜ
  36. Footnote ημων ¦ υμων ᴄᴛ
  37. Footnote εν ¦ — ᴛʀ
  38. Footnote ενευλογηθησονται ¦ ευλογηθησονται ᴡʜ
  39. Footnote ο θεος αναστησας ¦ αναστησας ο θεος ᴄᴛ
  40. Footnote ιησουν ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.