Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2
The Coming of the Holy Spirit
Καὶ ἐν τῷ 1συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν 2ἅπαντες 3ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, 4ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. καὶ ἐπλήσθησαν 5ἅπαντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου 6αὐτοῖς ἀποφθέγγεσθαι.
Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι 7ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο 8δὲ καὶ ἐθαύμαζον λέγοντες 9πρὸς ἀλλήλους, 10Οὐκ, ἰδού, 11πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ 12Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. ἐξίσταντο δὲ πάντες καὶ 13διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί 14ἂν θέλοι τοῦτο εἶναι; ἕτεροι δὲ 15χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
Peter’s Sermon at Pentecost
Σταθεὶς δὲ 16Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ 17ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ 18ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν, ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,
ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,
καὶ 19προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,
καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,
καὶ οἱ πρεσβύτεροι ὑμῶν 20ἐνύπνια ἐνυπνιασθήσονται·
καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου
ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι.
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω
καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,
αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος
καὶ ἡ σελήνη εἰς αἷμα
πρὶν 21ἢ ἐλθεῖν 22τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
καὶ ἔσται πᾶς ὃς 23ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
Ἄνδρες 24Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα 25ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς 26καὶ αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον 27λαβόντες διὰ 28χειρῶν ἀνόμων προσπήξαντες 29ἀνείλετε· ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. 30Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, 31
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός,
ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
διὰ τοῦτο 32εὐφράνθη 33ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,
ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι,
ὅτι οὐκ 34ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς 35ᾍδου
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς·
πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου 36Δαυὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ 37τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ 38τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι 39οὐ 40κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς 41ᾍδου 42οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ 43Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ 44νῦν ὑμεῖς 45βλέπετε καὶ ἀκούετε. οὐ γὰρ 46Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,
Εἶπεν 47ὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι 48καὶ Κύριον 49καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
Ἀκούσαντες δὲ κατενύγησαν 50τῇ καρδίᾳ, 51εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί 52ποιήσομεν, ἄνδρες ἀδελφοί; 53Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν 54ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν 55ἁμαρτιῶν, καὶ 56λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. ἑτέροις τε λόγοις πλείοσι 57διεμαρτύρετο καὶ 58παρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. οἱ μὲν οὖν 59ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν 60τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ 61καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Life Among the Believers
Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά 63τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. πάντες δὲ οἱ 64πιστεύοντες 65ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσι καθότι ἄν τις χρείαν εἶχε. καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν 66τῇ ἐκκλησίᾳ.
Source notes (66)
- Footnote συμπληρουσθαι ¦ συνπληρουσθαι ᴛʜ ᴡʜ
- Footnote απαντες ¦ παντες ᴄᴛ
- Footnote ομοθυμαδον 94.1% ¦ ομου ᴄᴛ 2.3%
- Footnote εκαθισε τε ¦ και εκαθισεν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote απαντες ¦ παντες ᴄᴛ
- Footnote αυτοις αποφθεγγεσθαι ¦ αποφθεγγεσθαι αυτοις ᴄᴛ
- Footnote ηκουον ¦ ηκουσεν ᴡʜ
- Footnote δε ¦ δε παντες ᴀɴᴛ ʀᴘ ᴛʜ ᴛʀ
- Footnote προς αλληλους 94.2% ¦ — ᴄᴛ 2.7%
- Footnote ουκ ¦ ουχ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ουχι ᴡʜ
- Footnote παντες ¦ απαντες ɴᴀ
- Footnote ελαμιται ¦ ελαμειται ᴛʜ ᴡʜ
- Footnote διηπορουν ¦ διηπορουντο ᴡʜ
- Footnote αν θελοι ¦ θελει ᴄᴛ
- Footnote χλευαζοντες ¦ διαχλευαζοντες ᴄᴛ ᴘᴄᴋ
- Footnote πετρος ¦ ο πετρος ᴄᴛ
- Footnote απεφθεγξατο ¦ επεφθεγξατο ᴘᴄᴋ
- Footnote απαντες ¦ παντες ᴄᴛ
- Footnote προφητευσουσιν ¦ προφητευοουσιν ʜꜰ*
- Footnote ενυπνια ¦ ενυπνιοις ᴄᴛ
- Footnote η ¦ — ᴛʜ ᴡʜ
- Footnote την ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote αν ¦ εαν ꜱʙʟ ᴡʜ
- Footnote ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ
- Footnote απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote λαβοντες 95.1% ¦ — ᴄᴛ 2.7%
- Footnote χειρων ¦ χειρος ᴄᴛ
- Footnote ανειλετε ¦ ανειλατε ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote προωρωμην ¦ προορωμην ᴄᴛ
- Footnote ευφρανθη ¦ ηυφρανθη ᴄᴛ
- Footnote η καρδια μου ¦ μου η καρδια ᴡʜ
- Footnote εγκαταλειψεις ¦ ενκαταλειψεις ᴛʜ ᴡʜ
- Footnote αδου ¦ αδην ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote το κατα σαρκα αναστησειν τον χριστον καθισαι 75.9% ¦ το κατα σαρκα αναστησειν τον χριστον καθισαι τε ᴍꜱꜱ 5.3% ¦ — ᴄᴛ 2.4%
- Footnote του θρονου ¦ τον θρονον ᴄᴛ
- Footnote ου ¦ ουτε ᴄᴛ
- Footnote κατελειφθη η ψυχη αυτου 68% ¦ εγκατελειφθη η ψυχη αυτου ᴍꜱꜱ 21.3% ¦ εγκατελειφθη (εν- ᴛʜ ᴡʜ) ɴᴀ ꜱʙʟ 1.6%
- Footnote αδου ¦ αδην ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ουδε ¦ ουτε ᴄᴛ
- Footnote αγιου πνευματος ¦ πνευματος του αγιου ᴄᴛ
- Footnote νυν ¦ — ᴄᴛ
- Footnote βλεπετε ¦ και βλεπετε ᴡʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ο ¦ — ᴡʜ
- Footnote και ¦ — ᴇʟᴢ
- Footnote και χριστον αυτον ο θεος εποιησε ¦ αυτον και χριστον εποιησεν ο θεος ɴᴀ ꜱʙʟ ᴡʜ ¦ αυτον και χριστον ο θεος εποιησε ᴛʜ
- Footnote τη καρδια ¦ την καρδιαν ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴡʜ
- Footnote ποιησωμεν ¦ ποιησομεν ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote πετρος δε εφη προς αυτους μετανοησατε ¦ ειπε δε πετρος προς αυτους μετανοησατε ᴘᴄᴋ ¦ πετρος δε προς αυτους μετανοησατε φησι ɴᴀ ᴛʜ ¦ πετρος δε προς αυτους μετανοησατε ꜱʙʟ ᴡʜ
- Footnote επι ¦ εν ᴡʜ
- Footnote αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ᴄᴛ 1.8%
- Footnote ληψεσθε ¦ λημψεσθε ᴄᴛ
- Footnote διεμαρτυρετο ¦ διεμαρτυρατο ᴄᴛ ᴘᴄᴋ
- Footnote παρεκαλει ¦ παρεκαλει αυτους ᴄᴛ
- Footnote ασμενως ¦ — ᴄᴛ
- Footnote τη ¦ εν τη ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote εγενετο ¦ εγινετο ᴄᴛ
- Footnote τε ¦ δε ᴡʜ
- Footnote πιστευοντες ¦ πιστευσαντες ᴡʜ
- Footnote ησαν επι το αυτο και ¦ επι το αυτο ᴡʜ
- Footnote τη εκκλησια επι το αυτο δε πετρος 86.6% ¦ επι το αυτο πετρος δε ᴄᴛ 2.4%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.