Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1
Jesus Promises to Send the Holy Spirit
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο 1ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο 2ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν 3τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ 4συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· ὅτι 5Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ 6βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
The Ascension
Οἱ μὲν οὖν συνελθόντες 7ἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπε 8δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ 9λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ 10μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ 11ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ 12Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδού, ἄνδρες δύο 13παρειστήκεισαν αὐτοῖς ἐν 14ἐσθῆτι λευκῇ, οἳ καὶ 15εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε 16ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος 17ὁ Ἰησοῦς ὁ 18ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Matthias Chosen to Replace Judas
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. καὶ ὅτε εἰσῆλθον, 19ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ 20Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ 21Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ 22καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ 23Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ 24σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν 25μαθητῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν), Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν 26ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος 27Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι 28τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν 29σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. (οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ 30μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος 31ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.) καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ 32ἰδίᾳ διαλέκτῳ αὐτῶν 33Ἀκελδαμά, τοῦτ᾽ ἔστι, Χωρίον Αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν,
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,
καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·
καί,
Τὴν ἐπισκοπὴν αὐτοῦ 34λάβοι ἕτερος.
δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ 35ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος 36Ἰωάννου ἕως τῆς ἡμέρας ἧς 37ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ 38γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον 39Βαρσαβᾶν (ὃς ἐπεκλήθη Ἰοῦστος) καὶ 40Ματθίαν. καὶ προσευξάμενοι 41εἶπον, Σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον 42ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν 43κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, 44ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. καὶ ἔδωκαν κλήρους 45αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ 46Ματθίαν, καὶ 47συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Source notes (47)
- Footnote ο ¦ — ᴡʜ
- Footnote ανεληφθη ¦ ανελημφθη ᴄᴛ
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote συναλιζομενος ¦ συναλιζομενος μετ αυτων ꜱᴄʀ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote βαπτισθησεσθε εν πνευματι 92.1% ¦ εν πνευματι βαπτισθησεσθε ᴄᴛ 0.9%
- Footnote επηρωτων ¦ ηρωτων ᴄᴛ
- Footnote δε ¦ — ᴡʜ
- Footnote ληψεσθε ¦ λημψεσθε ᴄᴛ
- Footnote μοι ¦ μου ᴄᴛ
- Footnote εν ¦ — ᴘᴄᴋ
- Footnote σαμαρεια ¦ σαμαρια ᴡʜ
- Footnote παρειστηκεισαν ¦ παριστηκεισαν ᴡʜ
- Footnote εσθητι λευκη ¦ εσθησεσι λευκαις ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote εμβλεποντες ¦ βλεποντες ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ο ¦ — ᴘᴄᴋ
- Footnote αναληφθεις ¦ αναλημφθεις ᴄᴛ
- Footnote ανεβησαν εις το υπερωον ¦ εις το υπερωον ανεβησαν ᴄᴛ
- Footnote ιακωβος και ιωαννης ¦ ιακωβος ιωαννης ᴘᴄᴋ ¦ ιωαννης και ιακωβος ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανης και ιακωβος ᴡʜ
- Footnote ματθαιος ¦ μαθθαιος ᴄᴛ
- Footnote και τη δεησει 95.5% ¦ — ᴄᴛ 3.9%
- Footnote μαρια ¦ μαριαμ ᴄᴛ
- Footnote συν ¦ — ɴᴀ
- Footnote μαθητων ¦ αδελφων ᴄᴛ
- Footnote ταυτην ¦ — ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote τον ¦ — ᴄᴛ
- Footnote συν ¦ εν ᴄᴛ
- Footnote μισθου ¦ του μισθου ᴛʀ
- Footnote ελακησε ¦ ελακισε ᴘᴄᴋ
- Footnote ιδια ¦ — ᴡʜ
- Footnote ακελδαμα ¦ ακελδαμαχ ɴᴀ ꜱʙʟ ᴡʜ ¦ αχελδαμαχ ᴛʜ
- Footnote λαβοι ¦ λαβετω ᴄᴛ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote ανεληφθη ¦ ανελημφθη ᴄᴛ
- Footnote γενεσθαι συν ημιν ¦ συν ημιν γενεσθαι ᴄᴛ
- Footnote βαρσαββαν ¦ βαρσαβαν ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote ματθιαν ¦ μαθθιαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ον εξελεξω εκ τουτων των δυο ενα ¦ εκ τουτων των δυο ον ενα εξελεξω ꜱᴄʀ ¦ εκ τουτων των δυο ενα ον εξελεξω ᴇʟᴢ ꜱᴛ
- Footnote κληρον ¦ τοπον ᴄᴛ
- Footnote εξ ¦ αφ ᴄᴛ
- Footnote αυτων ¦ αυτοις ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ματθιαν ¦ μαθθιαν ᴄᴛ
- Footnote συγκατεψηφισθη ¦ συνκατεψηφισθη ᴛʜ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.