Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21
Jesus Appears to Seven Disciples
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν 1πάλιν 2ὁ Ἰησοῦς τοῖς 3μαθηταῖς 4ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ 5Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. 6ἐξῆλθον καὶ 7ἐνέβησαν εἰς τὸ πλοῖον 8εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Πρωΐας δὲ ἤδη 9γενομένης ἔστη 10ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς 11ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι 12ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων 13οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, 14ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 15ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον 16ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς 17δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται 18οὖν 19ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. τοῦτο ἤδη τρίτον ἐφανερώθη 20ὁ Ἰησοῦς τοῖς μαθηταῖς 21αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
Tend My Sheep
Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων 22Ἰωνᾶ, ἀγαπᾷς με 23πλεῖον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων 24Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ 25πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων 26Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; καὶ 27εἶπεν αὐτῷ, Κύριε, 28σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ 29ὁ Ἰησοῦς, Βόσκε τὰ 30πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος 31σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
The Beloved Disciple and His Book
Ἐπιστραφεὶς 32δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 33τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ 34ἀκολούθει μοι. ἐξῆλθεν οὖν 35ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· 36καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ 37γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής 38ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ἔστι δὲ καὶ ἄλλα πολλὰ 39ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, 40οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον 41χωρῆσαι τὰ γραφόμενα βιβλία. 42
Ἀμήν.
Source notes (42)
- Footnote παλιν ¦ — ᴘᴄᴋ
- Footnote ο ¦ — ᴡʜ
- Footnote μαθηταις KX(75) ¦ μαθηταις αυτου KX(75) ᴘᴄᴋ
- Footnote επι ¦ εγερθεις εκ νεκρων επι ᴘᴄᴋ
- Footnote Ναθαναηλ ¦ Ναθανηλ ꜱᴛ*
- Footnote εξηλθον ¦ εξηλθαν ᴡʜ
- Footnote ενεβησαν ¦ ανεβησαν ᴛʀ
- Footnote ευθυς ¦ — ᴄᴛ
- Footnote γενομενης ¦ γινομενης ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ο ¦ — ᴡʜ
- Footnote ισχυσαν ¦ ισχυον ᴄᴛ
- Footnote ουν ¦ — ʜꜰ*
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ανεβη ¦ ανεβη ουν ᴄᴛ
- Footnote επι της γης ¦ εις την γην ᴄᴛ
- Footnote δε ¦ — ᴡʜ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote ο ¦ — ɴᴀ ᴡʜ
- Footnote ο ¦ — ɴᴀ ᴡʜ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ
- Footnote πλειον ¦ πλεον ᴄᴛ
- Footnote ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ
- Footnote προβατα ¦ προβατια ᴡʜ
- Footnote ιωνα ¦ ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ιωανου ᴡʜ
- Footnote ειπεν ¦ λεγει ɴᴀ
- Footnote συ παντα ¦ παντα συ ᴄᴛ
- Footnote ο ¦ — ᴡʜ
- Footnote προβατα ¦ προβατια ᴡʜ
- Footnote σε ζωσει ¦ ζωσει σε ᴛʜ ᴡʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote τουτον ¦ τουτον ουν ᴄᴛ
- Footnote ακολουθει μοι ¦ μοι ακολουθει ᴄᴛ
- Footnote ο λογος ουτος ¦ ουτος ο λογος ᴄᴛ
- Footnote και ουκ ειπεν ¦ ουκ ειπεν δε ᴄᴛ
- Footnote γραψας ¦ ο γραψας ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote οσα ¦ α ᴄᴛ
- Footnote ουδε ¦ ουδ ᴄᴛ
- Footnote χωρησαι ¦ χωρησειν ꜱʙʟ ᴡʜ
- Footnote αμην ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.