Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20

Paul in Macedonia and Greece

Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον 1προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ 2ἀσπασάμενος ἐξῆλθε 3πορευθῆναι εἰς 4τὴν Μακεδονίαν. διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ποιήσας τε μῆνας τρεῖς· γενομένης 5αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο 6γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. συνείπετο δὲ αὐτῷ 7ἄχρι τῆς Ἀσίας 8Σώπατρος 9Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. 10οὗτοι 11προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.

Paul Raises Eutychus

Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων 12τῶν μαθητῶν 13κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ 14ἦμεν συνηγμένοι. 15καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ 16συμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. ἀναβὰς δὲ καὶ κλάσας 17ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως.

Paul Travels from Troas to Miletus

Ἡμεῖς δὲ 18προσελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν 19εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ 20ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. ὡς δὲ 21συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν 22ἀντικρὺ Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, 23καὶ μείναντες ἐν Τρωγυλλίῳ τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 24ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν 25ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

Paul’s Farewell Address to the Ephesian Elders

Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας 26ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ 27πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς 28τὸν Θεὸν μετάνοιαν καὶ πίστιν 29τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν 30Χριστόν. καὶ νῦν, ἰδού, 31ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά 32μοι μὴ εἰδώς, πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν 33διαμαρτύρεται λέγον ὅτι δεσμά 34με καὶ θλίψεις μένουσιν. ἀλλ᾽ οὐδενὸς 35λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς 36τελειῶσαι τὸν δρόμον μου 37μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.

Καὶ νῦν, ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν 38τοῦ Θεοῦ. 39διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρὸς 40ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι 41ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. προσέχετε 42οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ 43Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ 44ἰδίου αἵματος. ἐγὼ 45γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω 46αὐτῶν. διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, 47ἀδελφοί, τῷ 48Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ 49ἐποικοδομῆσαι καὶ δοῦναι 50ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 51αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε 52τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι 53μᾶλλον διδόναι ἢ λαμβάνειν.

Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. ἱκανὸς δὲ 54ἐγένετο κλαυθμὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Source notes (54)
  1. Footnote προσκαλεσαμενος ¦ μεταπεμψαμενος ᴄᴛ
  2. Footnote ασπασαμενος ¦ παρακαλεσας ασπασαμενος ᴄᴛ
  3. Footnote πορευθηναι ¦ πορευεσθαι ᴄᴛ
  4. Footnote την ¦ — ᴀɴᴛ ᴄᴛ
  5. Footnote αυτω επιβουλης ¦ επιβουλης αυτω ᴄᴛ ᴘᴄᴋ
  6. Footnote γνωμη ¦ γνωμης ᴄᴛ
  7. Footnote αχρι της ασιας 96.2% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 1.1%
  8. Footnote σωπατρος ¦ σωπατρος πυρρου ᴄᴛ
  9. Footnote βεροιαιος ¦ βερροιαιος ᴘᴄᴋ
  10. Footnote ουτοι ¦ ουτοι δε ᴄᴛ
  11. Footnote προσελθοντες ¦ προελθοντες ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  12. Footnote των μαθητων ¦ ημων ᴄᴛ
  13. Footnote κλασαι ¦ του κλασαι ᴛʀ
  14. Footnote ημεν ¦ ησαν ᴛʀ
  15. Footnote καθημενος ¦ καθεζομενος ᴄᴛ
  16. Footnote συμπεριλαβων ¦ συνπεριλαβων ᴛʜ ᴡʜ
  17. Footnote αρτον ¦ τον αρτον ᴄᴛ
  18. Footnote προσελθοντες ¦ προελθοντες ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
  19. Footnote εις ¦ επι ᴄᴛ
  20. Footnote ην διατεταγμενος ¦ διατεταγμενος ην ᴄᴛ
  21. Footnote συνεβαλεν ¦ συνεβαλλεν ᴄᴛ
  22. Footnote αντικρυ ¦ αντικρυς ᴄᴛ
  23. Footnote και μειναντες εν τρωγυλλιω (τρωγυλιω ᴀɴᴛ ᴘᴄᴋ) τη εχομενη 82.1% ¦ και μειναντες εν τρωγυλλιω τη ερχομενη ᴍꜱꜱ 9.6% ¦ τη δε εχομενη ᴄᴛ 4%
  24. Footnote εκρινε ¦ κεκρικει ᴄᴛ
  25. Footnote ην ¦ ειη ᴄᴛ
  26. Footnote αφ ¦ — ᴘᴄᴋ
  27. Footnote πολλων ¦ — ᴄᴛ
  28. Footnote τον ¦ — ᴄᴛ ᴘᴄᴋ
  29. Footnote την ¦ — ᴄᴛ
  30. Footnote χριστον ¦ — ʜꜰ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ᴡʜ
  31. Footnote εγω δεδεμενος ¦ δεδεμενος εγω ᴄᴛ
  32. Footnote μοι ¦ εμοι ᴡʜ
  33. Footnote διαμαρτυρεται ¦ διαμαρτυρεται μοι ᴄᴛ
  34. Footnote με και θλιψεις ¦ και θλιψεις με ᴄᴛ
  35. Footnote λογον ποιουμαι ουδε εχω την ψυχην μου 77.6% ¦ λογον ποιουμαι ουδε εχω την ψυχην ᴍꜱꜱ 7.8% ¦ τουτων λογον ποιουμαι ουδε εχω την ψυχην μου ᴍꜱꜱ 5.1% ¦ λογου ποιουμαι την ψυχην ᴄᴛ 1.2%
  36. Footnote τελειωσαι ¦ τελειωσω ᴡʜ
  37. Footnote μετα χαρας 96% ¦ — ᴄᴛ 2.9%
  38. Footnote του θεου ¦ — ᴄᴛ
  39. Footnote διο ¦ διοτι ᴄᴛ ʀᴘ
  40. Footnote εγω ¦ ειμι ᴄᴛ
  41. Footnote υμιν πασαν την βουλην του θεου ¦ πασαν την βουλην του θεου υμιν ᴄᴛ
  42. Footnote ουν ¦ — ᴄᴛ
  43. Footnote κυριου και θεου ¦ θεου ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ ¦ κυριου ᴛʜ
  44. Footnote ιδιου αιματος ¦ αιματος του ιδιου ᴄᴛ
  45. Footnote γαρ οιδα τουτο 90.9% ¦ οιδα ᴄᴛ 4.1%
  46. Footnote αυτων ¦ εαυτων ꜱʙʟ ᴛʜ ᴡʜ
  47. Footnote αδελφοι ¦ — ᴄᴛ
  48. Footnote θεω ¦ κυριω ᴡʜ
  49. Footnote εποικοδομησαι ¦ οικοδομησαι ᴄᴛ
  50. Footnote υμιν ¦ την ᴄᴛ
  51. Footnote αυτοι ¦ αυτοι δε ᴛʀ
  52. Footnote τον λογον ¦ των λογων ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ ¦ του λογου ᴘᴄᴋ
  53. Footnote μαλλον διδοναι ¦ διδοναι μαλλον ᴛʀ
  54. Footnote εγενετο κλαυθμος ¦ κλαυθμος εγενετο ᴄᴛ ᴘᴄᴋ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.