Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21
Paul’s Journey to Jerusalem
Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν 1Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. 2ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ 3κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ 4ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον. 5καὶ ἀνευρόντες 6μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ 7ἀναβαίνειν εἰς 8Ἱερουσαλήμ. ὅτε δὲ ἐγένετο 9ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν 10προσηυξάμεθα. καὶ ἀσπασάμενοι ἀλλήλους 11ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς. τῇ δὲ ἐπαύριον ἐξελθόντες 12οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς 13Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, 14ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ. (τούτῳ δὲ ἦσαν θυγατέρες 15παρθένοι τέσσαρες προφητεύουσαι.) ἐπιμενόντων δὲ 16ἡμῶν ἡμέρας πλείου κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος. καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας 17τε αὐτοῦ 18τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε, Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν 19ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 20ἀπεκρίθη τε ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, 21Τὸ θέλημα τοῦ Κυρίου 22γινέσθω.
Μετὰ δὲ τὰς ἡμέρας ταύτας 23ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς 24Ἱερουσαλήμ. συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ 25Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
Paul Visits James
Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως 26ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. τῇ 27δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν 28Κύριον, 29εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν 30Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ 31Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσι περιπατεῖν. τί οὖν ἐστι; πάντως 32δεῖ πλῆθος συνελθεῖν, ἀκούσονται γὰρ ὅτι ἐλήλυθας. τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες 33ἐφ᾽ ἑαυτῶν· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα 34ξυρήσωνται τὴν κεφαλήν, καὶ 35γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς 36τὸν νόμον φυλάσσων. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς 37ἐπεστείλαμεν κρίναντες 38μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ 39τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
The Jews Seize Paul
Ὡς δὲ 40ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ 41ἐπέβαλον 42τὰς χεῖρας ἐπ᾽ αὐτὸν κράζοντες, Ἄνδρες 43Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας 44πανταχοῦ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. (ἦσαν γὰρ 45ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.) 46ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. ζητούντων 47δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς 48σπείρης ὅτι ὅλη 49συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ 50ἑκατοντάρχους κατέδραμεν ἐπ᾽ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 51ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς 52ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. ἄλλοι δὲ ἄλλο τι 53ἐβόων ἐν τῷ ὄχλῳ· μὴ 54δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου. ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ 55κρᾶζον, Αἶρε αὐτόν.
Paul Addresses the Crowd
Μέλλων 56τε 57εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι 58εἰπεῖν πρός σε; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης 59προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
Source notes (59)
- Footnote κων ¦ κω ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote αναφανεντες ¦ αναφαναντες ᴄᴛ ꜱᴄʀ ꜱᴛ
- Footnote κατηχθημεν ¦ κατηλθομεν ᴄᴛ
- Footnote ην το πλοιον ¦ το πλοιον ην ᴄᴛ
- Footnote και ανευροντες ¦ ανευροντες δε ᴄᴛ
- Footnote μαθητας ¦ τους μαθητας ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴛ
- Footnote αναβαινειν ¦ επιβαινειν ᴄᴛ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴀɴᴛ ᴄᴛ
- Footnote ημας εξαρτισαι ¦ εξαρτισαι ημας ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote προσηυξαμεθα και ασπασαμενοι αλληλους ¦ προσευξαμενοι απησπασαμεθα αλληλους και ᴄᴛ
- Footnote επεβημεν ¦ ανεβημεν ɴᴀ ¦ ενεβημεν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote οι περι τον παυλον ηλθον 46.1% ¦ ηλθομεν ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ 37.4% ¦ οι περι τον παυλον ηλθομεν ᴇʟᴢ ꜱᴄʀ 13.8% ¦ ηλθαμεν ᴡʜ 0.4%
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote οντος ¦ του οντος ᴛʀ
- Footnote παρθενοι τεσσαρες ¦ τεσσαρες παρθενοι ᴄᴛ
- Footnote ημων 84.8% ¦ — ᴄᴛ 14.2%
- Footnote τε αυτου ¦ εαυτου ᴄᴛ
- Footnote τους ποδας και τας χειρας ¦ τας χειρας και τους ποδας ᴛʀ
- Footnote εν ¦ εις ᴀɴᴛ
- Footnote απεκριθη τε ο ¦ απεκριθη δε ο ᴛʀ ¦ τοτε απεκριθη ο ᴄᴛ
- Footnote το θελημα του κυριου ¦ του κυριου το θελημα ᴄᴛ
- Footnote γινεσθω ¦ γενεσθω ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ γεινεσθω ᴏ6
- Footnote επισκευασαμενοι ¦ αποσκευασαμενοι ᴛʀ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote εδεξαντο ¦ απεδεξαντο ᴄᴛ
- Footnote δε ¦ τε
- Footnote κυριον ¦ θεον ᴄᴛ
- Footnote ειπον τε ¦ ειποντες ʜꜰ ʀᴘ ¦ ειπαν τε ᴛʜ ᴡʜ
- Footnote ιουδαιων 88.2% ¦ εν τοις ιουδαιοις ᴄᴛ 6.6%
- Footnote μωυσεως ¦ μωσεως ʜꜰ ᴛʀ ¦ μωυσεος ᴘᴄᴋ
- Footnote δει πληθος συνελθειν ακουσονται γαρ ¦ ακουσονται ᴄᴛ
- Footnote εφ ¦ αφ ꜱʙʟ ᴡʜ
- Footnote ξυρησωνται ¦ ξυρησονται ᴄᴛ
- Footnote γνωσι ¦ γνωσονται ᴄᴛ
- Footnote τον νομον φυλασσων ¦ φυλασσων τον νομον ᴄᴛ
- Footnote επεστειλαμεν ¦ απεστειλαμεν ꜱʙʟ ᴡʜ
- Footnote μηδεν τοιουτον τηρειν αυτους ει μη 83.8% ¦ μηδεν τοιουτο τηρειν αυτους ει μη ʜꜰ 4.4% ¦ — ᴄᴛ 2.1%
- Footnote το ¦ — ᴄᴛ
- Footnote εμελλον ¦ ημελλον ᴘᴄᴋ
- Footnote επεβαλον ¦ επεβαλαν ᴡʜ
- Footnote τας χειρας επ αυτον ¦ επ αυτον τας χειρας ᴄᴛ ᴘᴄᴋ
- Footnote ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ
- Footnote πανταχου ¦ πανταχη ᴄᴛ
- Footnote εωρακοτες ¦ προεωρακοτες ᴄᴛ ᴛʀ
- Footnote εκινηθη ¦ εκεινηθη ᴛʜ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote σπειρης ¦ σπειρας ᴘᴄᴋ
- Footnote συγκεχυται ¦ συγχυννεται ɴᴀ ꜱʙʟ ¦ συνχυννεται ᴛʜ ᴡʜ
- Footnote εκατονταρχους ¦ εκατονταρχας ᴄᴛ
- Footnote εγγισας δε ¦ τοτε εγγισας ᴄᴛ ᴛʀ
- Footnote αν ¦ — ᴄᴛ
- Footnote εβοων ¦ επεφωνουν ᴄᴛ
- Footnote δυναμενος δε ¦ δυναμενου δε αυτου ᴄᴛ
- Footnote κραζον ¦ κραζοντες ᴄᴛ
- Footnote τε ¦ δε ᴘᴄᴋ
- Footnote εισαγεσθαι εις την παρεμβολην ¦ εις την παρεμβολην εισαγεσθαι ᴘᴄᴋ
- Footnote ειπειν ¦ ειπειν τι ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote προσεφωνησε ¦ προσεφωνει ᴘᴄᴋ ʀᴘ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.