Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς 1νυνὶ ἀπολογίας. ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν, Ἐγὼ 2μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
Paul Tells of His Conversion
Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, 3ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; εἶπέ τε πρός 4με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο 5καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Εἶπον δέ, Τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Ἀνανίας δέ τις, ἀνὴρ 6εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων 7ἐν Δαμασκῷ Ἰουδαίων, ἐλθὼν πρός 8με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα 9τοῦ Κυρίου.
Paul’s Commission to Preach to the Gentiles
Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου 10τὴν μαρτυρίαν περὶ ἐμοῦ. κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ 11δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας 12ἐπὶ σέ· καὶ ὅτε 13ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν 14τῇ ἀναιρέσει αὐτοῦ, 15φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Paul’s Roman Citizenship
Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ 16καθῆκεν αὐτὸν ζῆν. 17κραυγαζόντων 18δὲ αὐτῶν καὶ 19ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν 20αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, 21εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. ὡς δὲ 22προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; ἀκούσας δὲ ὁ 23ἑκατόνταρχος προσελθὼν 24ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, 25Ὅρα τί μέλλεις ποιεῖν, ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, 26εἰ σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη, Ναί. ἀπεκρίθη 27τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι καὶ ὅτι 28ἦν αὐτὸν δεδεκώς.
Paul Brought Before the Sanhedrin
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται 29παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν 30ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν 31ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ 32ὅλον τὸ συνέδριον 33αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
Source notes (33)
- Footnote νυνι ¦ νυν ᴛʀ
- Footnote μεν ¦ — ᴄᴛ
- Footnote επεσα ¦ επεσον ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote με ¦ εμε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote και εμφοβοι εγενοντο 86.4% ¦ — ᴄᴛ 10.4%
- Footnote ευσεβης ¦ ευλαβης ᴄᴛ ʜꜰ
- Footnote εν δαμασκω ¦ — ᴄᴛ ʀᴘ ᴛʀ
- Footnote με ¦ εμε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote του κυριου ¦ αυτου ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote δερων ¦ δαιρων ᴘᴄᴋ
- Footnote επι ¦ εις ᴘᴄᴋ
- Footnote εξεχειτο ¦ εξεχυννετο ᴄᴛ
- Footnote τη αναιρεσει αυτου 96.6% ¦ — ᴄᴛ 2.3%
- Footnote φυλασσων ¦ και φυλασσων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote καθηκεν ¦ καθηκον ᴛʀ
- Footnote κραυγαζοντων ¦ κραζοντων ʜꜰ ʀᴘ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote ριπτουντων ¦ ριπτοντων ᴀɴᴛ
- Footnote αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον ᴘᴄᴋ ¦ ο χιλιαρχος εισαγεσθαι αυτον ᴄᴛ
- Footnote ειπων ¦ ειπας ᴄᴛ
- Footnote προετεινεν ¦ προετειναν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote εκατονταρχος ¦ εκατονταρχης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε ᴄᴛ ᴘᴄᴋ
- Footnote ορα ¦ — ᴄᴛ
- Footnote ει ¦ — ᴄᴛ
- Footnote τε ¦ δε ᴄᴛ
- Footnote ην αυτον ¦ αυτον ην ᴄᴛ
- Footnote παρα ¦ υπο ᴄᴛ ᴘᴄᴋ
- Footnote απο των δεσμων 87.7% ¦ — ᴄᴛ 9.8%
- Footnote ελθειν ¦ συνελθειν ᴄᴛ
- Footnote ολον ¦ παν ᴄᴛ ᴘᴄᴋ
- Footnote αυτων ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.