Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23
ἀτενίσας δὲ 1ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες 2εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται 3γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ 4Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων 5ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς 6Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν 7ἐγὼ κρίνομαι. 8τοῦτο δὲ αὐτοῦ 9λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων 10καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. (Σαδδουκαῖοι 11μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν 12μηδὲ ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.) ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες 13οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, 14μὴ θεομαχῶμεν. πολλῆς δὲ 15γενομένης στάσεως 16εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσε τὸ στράτευμα 17καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν 18τε εἰς τὴν παρεμβολήν.
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει, 19Παῦλε, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
The Plot to Kill Paul
Γενομένης δὲ ἡμέρας ποιήσαντές 20τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτοὺς 21λέγοντες μήτε φαγεῖν μήτε 22πιεῖν ἕως οὗ 23ἀποκτείνωσι τὸν Παῦλον. ἦσαν δὲ πλείους 24τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν 25πεποιηκότες, οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις 26εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως 27αὔριον 28αὐτὸν καταγάγῃ 29πρὸς ὑμᾶς ὡς μέλλοντας 30διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου 31τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλε τῷ Παύλῳ. προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον 32ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γάρ 33τι ἀπαγγεῖλαι αὐτῷ. ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον καὶ φησίν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν 34νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον 35εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον ὡς 36μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους 37τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε 38πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν 39ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν 40νεανίαν παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός 41με.
Paul Sent to Felix the Governor
Καὶ προσκαλεσάμενος 42δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως 43Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, γράψας ἐπιστολὴν 44περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. τὸν ἄνδρα τοῦτον 45συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι 46ἐξειλόμην 47αὐτὸν μαθὼν ὅτι Ῥωμαῖός ἐστι. βουλόμενος 48δὲ 49γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον 50αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, 51μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν 52ἔγκλημα ἔχοντα. μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα 53μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν 54τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. 55ἔρρωσο.
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ 56τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς 57πορεύεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες εἰσελθόντες εἰς τὴν 58Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. ἀναγνοὺς δὲ 59ὁ ἡγεμὼν καὶ ἐπερωτήσας ἐκ ποίας 60ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· 61ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.
Source notes (61)
- Footnote ο παυλος τω συνεδριω 84.5% ¦ παυλος τω συνεδριω ᴡʜ 9% ¦ τω συνεδριω ο παυλος ɴᴀ ᴛʜ 5%
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote γαρ ¦ γαρ οτι ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote σαδδουκαιων το δε ετερον φαρισαιων ¦ φαρισαιων το δε ετερον σαδδουκαιων ᴘᴄᴋ
- Footnote εκραξεν ¦ εκραζεν ᴄᴛ
- Footnote φαρισαιου ¦ φαρισαιων ᴄᴛ
- Footnote εγω ¦ — ᴡʜ
- Footnote τουτο ¦ τουτου ᴀɴᴛ*
- Footnote λαλησαντος ¦ ειποντος ɴᴀ ᴛʜ ¦ λαλουντος ꜱʙʟ ᴡʜ
- Footnote και των σαδδουκαιων ¦ και σαδδουκαιων ᴄᴛ ¦ — ʀᴘ
- Footnote μεν ¦ — ᴡʜ
- Footnote μηδε ¦ μητε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote οι γραμματεις ¦ τινες των γραμματεων ᴄᴛ
- Footnote μη θεομαχωμεν 94.6% ¦ — ᴄᴛ 4.3%
- Footnote γενομενης ¦ γινομενης ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ευλαβηθεις ¦ φοβηθεις ᴄᴛ
- Footnote καταβηναι και ¦ καταβαν ᴄᴛ ᴛʀ
- Footnote τε ¦ — ᴡʜ
- Footnote παυλε ¦ — ᴄᴛ
- Footnote τινες των ιουδαιων συστροφην ¦ συστροφην οι ιουδαιοι ᴄᴛ
- Footnote λεγοντες ¦ — ᴘᴄᴋ
- Footnote πιειν ¦ πειν ᴡʜ
- Footnote αποκτεινωσι ¦ ανελωσι ᴘᴄᴋ
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote πεποιηκοτες ¦ ποιησαμενοι ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote αυριον ¦ — ᴄᴛ
- Footnote αυτον καταγαγη ¦ καταγαγη αυτον ᴄᴛ ᴘᴄᴋ
- Footnote προς ¦ εις ᴄᴛ
- Footnote διαγινωσκειν ¦ διαγνωσκειν ꜱᴛ*
- Footnote το ενεδρον ¦ την ενεδραν ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote απαγαγε ¦ απαγε ꜱʙʟ ᴡʜ
- Footnote τι απαγγειλαι ¦ απαγγειλαι τι ᴄᴛ
- Footnote νεανιαν ¦ νεανισκον ɴᴀ ᴛʜ
- Footnote εις το συνεδριον καταγαγης τον παυλον ¦ τον παυλον καταγαγης εις το συνεδριον ᴄᴛ
- Footnote μελλοντα 26.6% ¦ μελλοντες ᴘᴄᴋ ᴛʀ 33.1% ¦ μελλοντων ᴀɴᴛ 17.6% ¦ μελλων ᴛʜ ᴡʜ 9.2% ¦ μελλον ɴᴀ ꜱʙʟ 7.4% ¦ μελλοντας ᴍꜱꜱ 5.1%
- Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
- Footnote πιειν ¦ πειν ᴡʜ
- Footnote ετοιμοι εισι ¦ εισιν ετοιμοι ᴄᴛ
- Footnote νεανιαν ¦ νεανισκον ᴄᴛ
- Footnote με ¦ εμε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote δυο τινας ¦ τινας δυο ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote περιεχουσαν ¦ εχουσαν ᴄᴛ
- Footnote συλληφθεντα ¦ συλλημφθεντα ᴄᴛ
- Footnote εξειλομην ¦ εξειλαμην ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote γνωναι ¦ επιγνωναι ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote μηδεν ¦ μηδεν δε ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εγκλημα εχοντα ¦ εχοντα εγκλημα ᴄᴛ
- Footnote μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτης 86.2% ¦ εσεσθαι εξ αυτων ᴍꜱꜱ 5.4% ¦ εσεσθαι εξαυτης ᴄᴛ 3.1%
- Footnote τα ¦ — ꜱʙʟ ᴡʜ
- Footnote ερρωσο ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote της ¦ — ᴄᴛ
- Footnote πορευεσθαι ¦ απερχεσθαι ᴄᴛ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote ο ηγεμων ¦ — ᴄᴛ
- Footnote επαρχιας ¦ επαρχειας ᴄᴛ
- Footnote εκελευσε τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι ¦ εκελευσε τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ ¦ κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.