Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24

The Accusation Against Paul

Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ 1τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ 2κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. ἵνα δὲ μὴ ἐπὶ 3πλεῖόν σε 4ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ 5ἐπιεικείᾳ. εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ 6κινοῦντα 7στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ 8ἐκρατήσαμεν· παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.

Paul’s Defense Before Felix

Ἀπεκρίθη 10δὲ ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε 11κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος 12εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου 13γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι 14δεκαδύο ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων 15ἐν Ἱερουσαλήμ. καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ 16ἐπισύστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 17οὔτε παραστῆσαί 18με δύνανται 19περὶ ὧν 20νῦν κατηγοροῦσί μου. ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδόν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον 21καὶ τοῖς 22προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι 23νεκρῶν, δικαίων τε καὶ ἀδίκων. ἐν τούτῳ 24δὲ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν 25ἔχων 26πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. δι᾽ ἐτῶν δὲ πλειόνων 27παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς, ἐν 28οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου 29τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς 30δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός 31με. ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν 32τί εὗρον 33ἐν ἐμοὶ ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου, ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς 34ἔκραξα 35ἑστὼς ἐν αὐτοῖς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον 36ὑφ᾽ ὑμῶν. 37

Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ 38εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· διαταξάμενός 39τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι 40τὸν Παῦλον, ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν 41ἢ προσέρχεσθαι αὐτῷ.

Paul Held in Custody

Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ 42γυναικί, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν 43Ἰησοῦν πίστεως. διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος 44ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα 45καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου 46ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον 47αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. διετίας δὲ πληρωθείσης ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων 48τε 49χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

Source notes (49)
  1. Footnote των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων ᴄᴛ 14.9%
  2. Footnote κατορθωματων ¦ διορθωματων ᴄᴛ
  3. Footnote πλειον ¦ πλεον ᴘᴄᴋ
  4. Footnote εγκοπτω ¦ ενκοπτω ᴛʜ ᴡʜ
  5. Footnote επιεικεια ¦ επιεικια ᴡʜ
  6. Footnote κινουντα ¦ κεινουντα ᴛʜ
  7. Footnote στασιν ¦ στασεις ᴄᴛ
  8. Footnote εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι (κρινειν ᴀɴᴛ ᴛʀ 1%) 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε (σου ᴍꜱꜱ 5.7%) παρ ɴᴀ 9.3% {Note: The longer text is found in 43.9% of manuscripts in eighteen different readings. The reading printed in ɴᴀ is enclosed with double brackets.}
  9. Footnote συνεπεθεντο ¦ συνεθεντο ᴛʀ
  10. Footnote δε ¦ τε ᴄᴛ
  11. Footnote κριτην ¦ κριτην δικαιον ᴘᴄᴋ
  12. Footnote ευθυμοτερον ¦ ευθυμως ᴄᴛ
  13. Footnote γνωναι ¦ επιγνωναι ᴄᴛ
  14. Footnote δεκαδυο ¦ η δεκαδυο ᴛʀ ¦ δωδεκα ᴄᴛ
  15. Footnote εν ¦ εις ᴀɴᴛ ᴄᴛ
  16. Footnote επισυστασιν ¦ επιστασιν ᴄᴛ
  17. Footnote ουτε ¦ ουδε ᴄᴛ
  18. Footnote με ¦ — ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴄʀ
  19. Footnote περι ¦ σοι περι ᴄᴛ
  20. Footnote νυν ¦ νυνι ᴄᴛ
  21. Footnote και ¦ και εν ᴇʟᴢ
  22. Footnote προφηταις 78.4% ¦ εν τοις προφηταις ᴀɴᴛ ᴄᴛ 20.4%
  23. Footnote νεκρων 91.6% ¦ — ᴄᴛ 6.6%
  24. Footnote δε ¦ δε και ᴀɴᴛ ¦ και ᴄᴛ
  25. Footnote εχων ¦ εχειν ᴀɴᴛ ᴄᴛ ᴛʀ
  26. Footnote προς ¦ προς τε ᴘᴄᴋ
  27. Footnote παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην ᴄᴛ
  28. Footnote οις ¦ αις ᴄᴛ
  29. Footnote τινες ¦ τινες δε ᴄᴛ ꜱᴛ
  30. Footnote δει ¦ εδει ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴄʀ
  31. Footnote με ¦ εμε ᴄᴛ
  32. Footnote τί ¦ εἴ τι ᴛʀ
  33. Footnote εν εμοι ¦ — ᴄᴛ
  34. Footnote εκραξα ¦ εκεκραξα ᴄᴛ
  35. Footnote εστως εν αυτοις ¦ εν αυτοις εστως ᴄᴛ
  36. Footnote υφ ¦ εφ ᴄᴛ
  37. Footnote ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ακουσας δε ταυτα ο φηλιξ ανεβαλλετο αυτους ᴍꜱꜱ 6.6% ¦ ανεβαλετο δε αυτους ο φηλιξ ᴄᴛ 4.1%
  38. Footnote ειπων ¦ ειπας ᴄᴛ
  39. Footnote τε ¦ — ᴄᴛ
  40. Footnote τον παυλον ¦ αυτον ᴄᴛ
  41. Footnote η προσερχεσθαι ¦ — ᴄᴛ
  42. Footnote γυναικι ¦ γυναικι αυτου ᴀɴᴛ ᴛʀ ¦ ιδια γυναικι ᴄᴛ
  43. Footnote ιησουν ¦ — ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ
  44. Footnote εσεσθαι ¦ — ᴄᴛ
  45. Footnote και ¦ δε και ᴀɴᴛ ᴛʀ
  46. Footnote οπως λυση αυτον ¦ — ᴄᴛ
  47. Footnote αυτον ¦ — ᴘᴄᴋ
  48. Footnote τε ¦ δε ᴀɴᴛ ᴘᴄᴋ
  49. Footnote χαριτας ¦ χαριν ᴀɴᴛ ¦ χαριτα ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.