Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25
Paul’s Trial Before Festus
Φῆστος οὖν ἐπιβὰς τῇ 1ἐπαρχίᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ 2Καισαρείας, ἐνεφάνισαν 3δὲ αὐτῷ 4ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον 5ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· Οἱ οὖν 6δυνατοὶ ἐν ὑμῖν, φησί, 7συγκαταβάντες εἴ τί ἐστιν 8ἐν τῷ ἀνδρὶ τούτῳ κατηγορείτωσαν αὐτοῦ.
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας 9πλείους ἢ δέκα, καταβὰς εἰς 10Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. παραγενομένου δὲ αὐτοῦ 11περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα 12αἰτιώματα 13φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 14ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. ὁ Φῆστος δὲ 15τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς 16Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων 17κρίνεσθαι 18ἐπ᾽ ἐμοῦ; εἶπε δὲ ὁ Παῦλος, 19Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν 20ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. εἰ μὲν 21γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. τότε ὁ Φῆστος 22συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ.
Festus Consults King Agrippa
Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς 23Καισάρειαν 24ἀσπασόμενοι τὸν Φῆστον. ὡς δὲ πλείους ἡμέρας 25διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, Ἀνήρ τίς ἐστι 26καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾽ αὐτοῦ 27δίκην· πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον 28εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. συνελθόντων οὖν 29αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν 30ἐπέφερον ὧν 31ὑπενόουν ἐγώ, ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. ἀπορούμενος δὲ ἐγὼ 32τὴν περὶ 33τούτου ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς 34Ἱερουσαλὴμ κἀκεῖ κρίνεσθαι περὶ τούτων. τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ 35πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον 36ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. 37ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Paul Brought Before King Agrippa
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε 38τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν 39οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ 40συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ 41πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων 42ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε 43ἐπιβοῶντες μὴ δεῖν 44ζῆν αὐτὸν μηκέτι. ἐγὼ δὲ 45καταλαβόμενος μηδὲν ἄξιον 46θανάτου αὐτὸν πεπραχέναι, 47καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν 48αὐτόν. περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ 49τι γράψαι. ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
Source notes (49)
- Footnote επαρχια ¦ επαρχεια ᴄᴛ
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote ο αρχιερευς ¦ οι αρχιερεις ᴄᴛ ᴘᴄᴋ
- Footnote εν καισαρεια ¦ εις καισαρειαν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εις καισαριαν ᴡʜ
- Footnote δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι ᴄᴛ
- Footnote συγκαταβαντες ¦ συνκαταβαντες ᴛʜ ᴡʜ
- Footnote εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι τουτω ατοπον ᴍꜱꜱ 14.2% ¦ εν τω ανδρι ατοπον ᴄᴛ 9.3% ¦ ατοπον εν τω ανδρι τουτω ꜱᴄʀ 2.9%
- Footnote πλειους ¦ ου πλειους οκτω ᴄᴛ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote περιεστησαν ¦ περιεστησαν αυτον ᴄᴛ
- Footnote αιτιωματα ¦ αιτιαματα ᴘᴄᴋ ᴛʀ
- Footnote φεροντες κατα του παυλου ¦ καταφεροντες ᴄᴛ
- Footnote απολογουμενου αυτου ¦ του παυλου απολογουμενου ᴄᴛ
- Footnote τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ᴀɴᴛ ᴄᴛ
- Footnote ιεροσολυμα ¦ ιερουσαλημ ᴀɴᴛ
- Footnote κρινεσθαι ¦ κριθηναι ᴄᴛ
- Footnote επ ¦ υπ ᴘᴄᴋ
- Footnote επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος ᴡʜ
- Footnote ηδικησα ¦ ηδικηκα ᴛʜ ᴡʜ
- Footnote γαρ ¦ ουν ᴄᴛ
- Footnote συλλαλησας ¦ συνλαλησας ᴛʜ ᴡʜ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote ασπασομενοι ¦ ασπασαμενοι ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote διετριβεν ¦ διετριβον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote καταλελειμμενος ¦ καταλελιμμενος ᴡʜ
- Footnote δικην ¦ καταδικην ᴄᴛ
- Footnote εις απωλειαν 89.9% ¦ — ᴄᴛ 7.4%
- Footnote αυτων 87.4% ¦ — ꜱʙʟ ᴡʜ 7%
- Footnote επεφερον ¦ εφερον ᴄᴛ
- Footnote υπενοουν εγω ¦ εγω υπενοουν πονηρων ꜱʙʟ ᴡʜ ¦ εγω υπενοουν πονηραν ɴᴀ ᴛʜ
- Footnote την περι ¦ περι την ᴘᴄᴋ ¦ εις την περι ᴛʀ
- Footnote τουτου ¦ τουτων ᴄᴛ ᴘᴄᴋ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴀɴᴛ ᴄᴛ
- Footnote πεμψω ¦ αναπεμψω ᴄᴛ
- Footnote εφη ¦ — ᴄᴛ
- Footnote ο δε ¦ — ᴄᴛ
- Footnote τοις ¦ — ᴄᴛ
- Footnote ουσι ¦ — ᴄᴛ
- Footnote συμπαροντες ¦ συνπαροντες ᴛʜ ᴡʜ
- Footnote παν ¦ απαν ᴄᴛ
- Footnote ενετυχον ¦ ενετυχε ᴡʜ
- Footnote επιβοωντες ¦ βοωντες ᴄᴛ
- Footnote ζην αυτον ¦ αυτον ζην ᴄᴛ
- Footnote καταλαβομενος ¦ κατελαβομην ᴄᴛ
- Footnote θανατου αυτον ¦ αυτον θανατου ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote αυτον ¦ — ᴄᴛ
- Footnote τι γράψαι ¦ τί γράψω ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.