Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26
Paul’s Defense Before Agrippa
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι 1ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος 2ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα, Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον 3ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα 4σε πάντων τῶν κατὰ Ἰουδαίους 5ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαί 6σου μακροθύμως ἀκοῦσαί μου.
Τὴν μὲν οὖν βίωσίν μου 7τὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου 8ἐν Ἱεροσολύμοις, ἴσασι πάντες 9οἱ Ἰουδαῖοι προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς 10πρὸς τοὺς 11πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν 12ἐκτενίᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, 13βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;
Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ 14πολλοὺς τῶν ἁγίων ἐγὼ 15φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Paul Tells of His Conversion and Commission
Ἐν οἷς 16καὶ πορευόμενος εἰς 17τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς 18παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. πάντων 19δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν 20λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. ἐγὼ δὲ 21εἶπον, Τίς εἶ, Κύριε; ὁ 22δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 23ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε 24εἶδες ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ 25τῶν ἐθνῶν, εἰς οὓς 26ἐγώ 27σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, 28τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Paul Tells of His Preaching to Jews and Gentiles
Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον 29καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν 30ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. ἕνεκα τούτων 31με οἱ Ἰουδαῖοι συλλαβόμενοι 32ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. ἐπικουρίας οὖν τυχὼν τῆς 33παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα 34μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων 35γίνεσθαι καὶ 36Μωϋσῆς, εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ 37λαῷ καὶ τοῖς ἔθνεσι.
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ 38ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. ὁ 39δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, 40ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν 41καὶ παρρησιαζόμενος λαλῶ, λανθάνειν γὰρ αὐτόν 42τι τούτων οὐ πείθομαι 43οὐδέν· οὐ γὰρ 44ἐν γωνίᾳ πεπραγμένον τοῦτο. πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον 45ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν 46γενέσθαι. ὁ δὲ Παῦλος 47εἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν 48πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος 49κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. 50
Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε 51Βερνίκη καὶ οἱ 52συγκαθήμενοι αὐτοῖς, καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου 53ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Source notes (53)
- Footnote υπερ ¦ περι ɴᴀ
- Footnote απελογειτο εκτεινας την χειρα ¦ εκτεινας την χειρα απελογειτο ᴀɴᴛ ᴄᴛ
- Footnote επι σου μελλων απολογεισθαι σημερον ¦ μελλων απολογεισθαι επι σου σημερον ᴛʀ ¦ επι σου μελλων σημερον απολογεισθαι ᴄᴛ
- Footnote σε ¦ σε ειδως ꜱᴄʀ
- Footnote εθων ¦ ηθων ʜꜰ ʀᴘ
- Footnote σου ¦ — ᴄᴛ
- Footnote την ¦ — ᴡʜ
- Footnote εν ¦ εν τε ᴄᴛ
- Footnote οι ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote προς ¦ εις ᴄᴛ
- Footnote πατερας ¦ πατερας ημων ᴄᴛ
- Footnote εκτενια ¦ εκτενεια ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ
- Footnote βασιλευ αγριππα υπο ιουδαιων ¦ βασιλευ αγριππα υπο των ιουδαιων ᴀɴᴛ ᴛʀ ¦ υπο ιουδαιων βασιλευ ᴄᴛ
- Footnote πολλους ¦ πολλους τε ᴄᴛ
- Footnote φυλακαις ¦ εν φυλακαις ᴀɴᴛ ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote την ¦ — ᴘᴄᴋ
- Footnote παρα ¦ — ᴄᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote λαλουσαν προς με και λεγουσαν 74% ¦ λεγουσαν προς με ᴄᴛ 8.4% ¦ λαλουσαν προς με ᴍꜱꜱ 7.2%
- Footnote ειπον ¦ ειπα ᴄᴛ
- Footnote δε ¦ δε κυριος ᴄᴛ
- Footnote αλλα ¦ αλλ ɴᴀ
- Footnote ειδες ¦ ειδες με ᴄᴛ
- Footnote των ¦ εκ των ᴄᴛ
- Footnote εγω ¦ νυν ᴛʀ
- Footnote σε αποστελλω ¦ αποστελλω σε ᴄᴛ
- Footnote του υποστρεψαι ¦ του επιστρεψαι ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴛ ¦ και επιστρεψαι ꜱᴄʀ
- Footnote και ιεροσολυμοις εις ¦ τε και ιεροσολυμοις ᴄᴛ
- Footnote απαγγελλων ¦ απαγγελλω ᴀɴᴛ ᴘᴄᴋ ¦ απηγγελλον ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote με οι ιουδαιοι ¦ οι ιουδαιοι με ʀᴘ ¦ με ιουδαιοι ᴄᴛ
- Footnote εν ¦ οντα εν ɴᴀ
- Footnote παρα ¦ απο ᴄᴛ
- Footnote μαρτυρομενος ¦ μαρτυρουμενος ᴛʀ
- Footnote γινεσθαι ¦ γενεσθαι ᴀɴᴛ
- Footnote μωυσης ¦ μωσης ʜꜰ ᴛʀ
- Footnote λαω ¦ τε λαω ᴄᴛ ᴘᴄᴋ
- Footnote εφη ¦ φησι ᴄᴛ
- Footnote δε ¦ δε παυλος ᴄᴛ
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴛʀ
- Footnote και ¦ — ᴡʜ
- Footnote τι ¦ — ꜱʙʟ ᴡʜ
- Footnote ουδεν ¦ ουθεν ᴄᴛ
- Footnote εν ¦ εστιν εν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εφη ¦ — ᴄᴛ
- Footnote γενεσθαι 96.5% ¦ ποιησαι ᴄᴛ 3.5%
- Footnote ειπεν ¦ — ᴄᴛ
- Footnote πολλω ¦ μεγαλω ᴄᴛ
- Footnote καγω ¦ και εγω ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote και ταυτα ειποντος αυτου ανεστη ¦ ανεστη τε ᴄᴛ
- Footnote βερνικη ¦ βερενικη ᴀɴᴛ*
- Footnote συγκαθημενοι ¦ συνκαθημενοι ᴛʜ ᴡʜ
- Footnote αξιον η δεσμων ¦ η δεσμων αξιον τι ɴᴀ ꜱʙʟ ᴛʜ ¦ η δεσμων αξιον ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.