Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27
Paul Begins His Voyage to Rome
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ 1σπείρης Σεβαστῆς. ἐπιβάντες δὲ πλοίῳ 2Ἀδραμυττηνῷ 3μέλλοντες 4πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς 5τοὺς φίλους 6πορευθέντα ἐπιμελείας τυχεῖν. κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες 7κατήλθομεν εἰς 8Μύρα τῆς Λυκίας. κἀκεῖ εὑρὼν ὁ 9ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς 10τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις 11Λασαία.
Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ 12φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. ὁ δὲ 13ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ 14ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ 15τοῦ Παύλου λεγομένοις. ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ 16πλείους ἔθεντο βουλὴν ἀναχθῆναι 17κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
The Storm at Sea
Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες 18ἆσσον παρελέγοντο τὴν Κρήτην. μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος 19Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. νησίον δέ τι ὑποδραμόντες καλούμενον 20Κλαύδην 21μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης, ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν 22Σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου 23ἐρρίψαμεν. μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο 24πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
Πολλῆς 25δὲ ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. παρέστη γάρ μοι 26ταύτῃ τῇ νυκτὶ 27ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων, Μὴ φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε 28μήπως εἰς τραχεῖς τόπους 29ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ 30πρῴρας 31μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι 32μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. τότε 33οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Ἄχρι δὲ οὗ 34ἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε 35μηδὲν προσλαβόμενοι. διὸ παρακαλῶ ὑμᾶς 36προσλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς 37ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ 38ἐκ τῆς κεφαλῆς πεσεῖται. 39εἰπὼν δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 40(ἦμεν δὲ 41ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ 42διακόσιαι ἑβδομήκοντα ἕξ.) κορεσθέντες δὲ 43τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
The Shipwreck
Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν 44ἐβουλεύσαντο, εἰ 45δυνατόν, 46ἐξῶσαι τὸ πλοῖον. καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν 47ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. περιπεσόντες δὲ εἰς τόπον διθάλασσον 48ἐπώκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα 49ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας 50τῶν κυμάτων. τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας 51διαφύγῃ. ὁ δὲ 52ἑκατόνταρχος βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾶν 53ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
Source notes (53)
- Footnote σπειρης ¦ σπειρας ᴘᴄᴋ
- Footnote αδραμυττηνω ¦ ατραμυτινω ᴘᴄᴋ ¦ αδραμυντηνω ᴡʜ
- Footnote μελλοντες ¦ μελλοντι ᴄᴛ
- Footnote πλειν ¦ πλειν εις ᴄᴛ
- Footnote τους ¦ — ᴇʟᴢ ꜱᴛ
- Footnote πορευθεντα ¦ πορευθεντι ᴄᴛ
- Footnote κατηλθομεν ¦ κατηχθημεν ᴘᴄᴋ ¦ κατηλθαμεν ᴡʜ
- Footnote μυρα ¦ μυρρα ᴡʜ
- Footnote εκατονταρχος ¦ εκατονταρχης ᴀɴᴛ ᴄᴛ
- Footnote την ¦ — ᴘᴄᴋ
- Footnote λασαια ¦ λασεα ᴛʜ ᴡʜ
- Footnote φορτιου ¦ φορτου ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote εκατονταρχης ¦ εκατονταρχος ᴘᴄᴋ ᴛʀ
- Footnote επειθετο μαλλον ¦ μαλλον επειθετο ᴄᴛ
- Footnote του ¦ — ᴄᴛ
- Footnote πλειους ¦ πλειονες ᴄᴛ
- Footnote κακειθεν ¦ εκειθεν ᴄᴛ ᴘᴄᴋ
- Footnote ἆσσον ¦ ἄσσον ᴇʟᴢ ¦ Ἄσσον ꜱᴛ
- Footnote ευροκλυδων 95.1% ¦ ευρακυλων ᴄᴛ 0.8%
- Footnote κλαυδην ¦ καυδα ɴᴀ ꜱʙʟ ᴡʜ ¦ κλαυδα ᴛʜ
- Footnote μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις ᴄᴛ
- Footnote συρτην ¦ συρτιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ερριψαμεν ¦ ερριψαν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εριψαν ᴡʜ
- Footnote πασα ελπις ¦ ελπις πασα ᴄᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ᴀɴᴛ ᴛʀ
- Footnote αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ᴄᴛ
- Footnote μηπως εις ¦ μη που κατα ᴄᴛ
- Footnote εκπεσωμεν ¦ εκπεσωσιν ᴇʟᴢ ꜱᴛ
- Footnote πρωρας ¦ πρωρης ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων ᴄᴛ
- Footnote μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν ᴘᴄᴋ
- Footnote οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται ᴄᴛ
- Footnote ημελλεν ημερα ¦ εμελλεν ημερα ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ ¦ ημερα ημελλε ᴄᴛ
- Footnote μηδεν ¦ μηθεν ᴄᴛ
- Footnote προσλαβειν ¦ μεταλαβειν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote υμετερας ¦ ημετερας ᴘᴄᴋ
- Footnote εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται ᴄᴛ
- Footnote ειπων ¦ ειπας ᴄᴛ
- Footnote ημεν ¦ ημεθα ᴄᴛ
- Footnote εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω ᴄᴛ
- Footnote διακοσιαι ¦ ως ᴡʜ
- Footnote της ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote εβουλευσαντο ¦ εβουλευοντο ᴄᴛ
- Footnote δυνατον ¦ δυναιντο ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote εξωσαι ¦ εκσωσαι ᴡʜ
- Footnote αρτεμονα ¦ αρτεμωνα ᴀɴᴛ ᴄᴛ
- Footnote επωκειλαν ¦ επεκειλαν ᴄᴛ
- Footnote εμεινεν ¦ εμενεν ᴘᴄᴋ
- Footnote των κυματων 97.2% ¦ — ꜱʙʟ ᴡʜ 1.2%
- Footnote διαφυγη ¦ διαφυγοι ᴀɴᴛ ᴛʀ
- Footnote εκατονταρχος ¦ εκατονταρχης ᴀɴᴛ ᴄᴛ
- Footnote απορριψαντας ¦ αποριψαντας ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.