Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28
Paul on Malta
Καὶ διασωθέντες τότε 1ἐπέγνωσαν ὅτι 2Μελίτη ἡ νῆσος καλεῖται. οἱ 3δὲ βάρβαροι 4παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, 5ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων 6πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα 7ἐκ τῆς θέρμης 8διεξελθοῦσα 9καθῆψε τῆς χειρὸς αὐτοῦ. ὡς δὲ 10εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, 11ἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν. ὁ μὲν οὖν 12ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν. οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, 13μεταβαλλόμενοι ἔλεγον 14θεὸν αὐτὸν εἶναι.
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς 15τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ 16δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος 17ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. τούτου 18οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ 19ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο, οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς 20τὴν χρείαν.
Paul Arrives in Rome
Μετὰ δὲ τρεῖς μῆνας 21ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, ὅθεν 22περιελθόντες κατηντήσαμεν 23εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν 24ἐπ᾽ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην 25ἤλθομεν. κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν 26ἐξῆλθον εἰς ἀπάντησιν 27ἡμῶν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος.
Ὅτε δὲ 28ἤλθομεν εἰς Ῥώμην, 29ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ, τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾽ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Paul Addresses the Jews in Rome
Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς 30συγκαλέσασθαι 31τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς, 32Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι 33κατηγορῆσαι. διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, 34ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. οἱ δὲ πρὸς αὐτὸν 35εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι 36περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν 37ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν 38ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς 39τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου 40Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας 41ἡμῶν 42λέγον,
Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ 43εἰπόν,
Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσι
καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι,
καὶ 44ἰάσομαι αὐτούς.
γνωστὸν οὖν 45ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη 46τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. 47καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ Ἰουδαῖοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. 48
Ἔμεινε δὲ 49ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Source notes (49)
- Footnote επεγνωσαν ¦ επεγνωμεν ᴄᴛ
- Footnote μελιτη ¦ μελιτηνη ᴡʜ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote παρειχον ¦ παρειχαν ᴛʜ ᴡʜ
- Footnote αναψαντες ¦ αψαντες ᴄᴛ
- Footnote πληθος ¦ τι πληθος ᴄᴛ
- Footnote εκ ¦ απο ᴀɴᴛ ᴄᴛ
- Footnote διεξελθουσα ¦ εξελθουσα ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote καθηψε ¦ καθηψατο ᴘᴄᴋ
- Footnote ειδον ¦ ειδαν ᴡʜ
- Footnote ελεγον προς αλληλους ¦ προς αλληλους ελεγον ᴄᴛ
- Footnote αποτιναξας ¦ αποτιναξαμενος ɴᴀ ᴘᴄᴋ
- Footnote μεταβαλλομενοι ¦ μεταβαλομενοι ᴄᴛ
- Footnote θεον αυτον ειναι ¦ αυτον ειναι θεον ᴄᴛ
- Footnote τρεις ημερας ¦ ημερας τρεις ᴡʜ
- Footnote δυσεντεριω ¦ δυσεντερια ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote επιθεις ¦ και επιθεις ᴀɴᴛ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote εχοντες ασθενειας εν τη νησω ¦ εν τη νησω εχοντες ασθενειας ᴄᴛ
- Footnote την χρειαν ¦ τας χρειας ᴄᴛ
- Footnote ανηχθημεν ¦ ηχθημεν ʀᴘ
- Footnote περιελθοντες ¦ περιελοντες ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εις ¦ ειν ꜱᴛ*
- Footnote επ ¦ παρ ᴄᴛ
- Footnote ηλθομεν ¦ ηλθαμεν ᴄᴛ
- Footnote εξηλθον ¦ ηλθαν ᴄᴛ
- Footnote ημων ¦ ημιν ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote ηλθομεν ¦ εισηλθομεν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εισηλθαμεν ᴡʜ
- Footnote ο εκατονταρχος (εκατονταρχης ᴀɴᴛ 0%) παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη 64.6% ¦ ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχω τω δε παυλω επετραπη ʜꜰ 19.2% ¦ επετραπη τω παυλω ᴄᴛ 4.4%
- Footnote συγκαλεσασθαι ¦ συνκαλεσασθαι ᴛʜ ᴡʜ
- Footnote τον παυλον ¦ αυτον ᴄᴛ
- Footnote ανδρες αδελφοι εγω ¦ εγω ανδρες αδελφοι ᴄᴛ
- Footnote κατηγορησαι ¦ κατηγορειν ᴄᴛ
- Footnote ενεκεν ¦ εινεκεν ᴡʜ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote περι σου πονηρον ¦ πονηρον περι σου ᴘᴄᴋ
- Footnote εστιν ημιν ¦ ημιν εστιν ᴄᴛ
- Footnote ηκον ¦ ηλθον ɴᴀ ᴛʜ ¦ ηλθαν ᴡʜ
- Footnote τα ¦ — ᴄᴛ
- Footnote μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ʜꜰ ᴛʀ
- Footnote ημων ¦ υμων ᴄᴛ
- Footnote λεγον ¦ λεγων ᴄᴛ
- Footnote ειπον ¦ ειπε ᴛʀ
- Footnote ιασομαι ¦ ιασωμαι ᴘᴄᴋ ᴛʀ
- Footnote εστω υμιν ¦ υμιν εστω ᴡʜ
- Footnote το ¦ τουτο το ᴀɴᴛ ᴄᴛ
- Footnote και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν 87.6% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 4.6% {Note: ɴᴀ encloses this text with double brackets.}
- Footnote εμεινε ¦ ενεμεινε ᴄᴛ
- Footnote ο παυλος ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.