Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19
Paul in Ephesus
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη 1ἐλθεῖν εἰς Ἔφεσον, καὶ 2εὑρών τινας μαθητὰς εἶπε πρὸς αὐτούς, Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ 3εἶπον πρὸς αὐτόν, Ἀλλ᾽ 4οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν. εἶπέ 5τε πρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ 6εἶπον, Εἰς τὸ 7Ἰωάννου βάπτισμα. εἶπε δὲ Παῦλος, 8Ἰωάννης 9μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾽ ἔστιν, εἰς τὸν 10Χριστὸν Ἰησοῦν. ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου 11τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ 12προεφήτευον. ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ 13δεκαδύο.
Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων 14τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου 15τινός. τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου 16Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.
The Sons of Sceva
Δυνάμεις 17τε οὐ τὰς τυχούσας 18ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας 19ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ 20ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν. ἐπεχείρησαν δέ τινες 21ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες, 22Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν 23Παῦλος κηρύσσει. ἦσαν δέ 24τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν 25εἶπε, 26Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; καὶ 27ἐφαλλόμενος ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν 28καὶ κατακυριεύσαν 29αὐτῶν ἴσχυσε κατ᾽ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. τοῦτο δὲ ἐγένετο 30γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ 31συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. οὕτω κατὰ κράτος 32ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.
The Riot at Ephesus
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς 33Ἱερουσαλὴμ εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.
Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις 34ἐργασίαν οὐκ ὀλίγην, οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία 35ἡμῶν ἐστι. καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς 36ἱερὸν Ἀρτέμιδος εἰς 37οὐθὲν λογισθῆναι, μέλλειν 38δὲ καὶ καθαιρεῖσθαι 39τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. καὶ ἐπλήσθη ἡ πόλις 40ὅλη 41τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους 42Παύλου. 43τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία 44συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος 45ἕνεκεν συνεληλύθεισαν. ἐκ δὲ τοῦ ὄχλου 46προεβίβασαν Ἀλέξανδρον, 47προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 48ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων 49ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. καταστείλας δὲ 50ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν 51ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης 52θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 53ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς 54πράσσειν. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν 55θεὸν 56ὑμῶν. εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται 57ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. εἰ δέ τι 58περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ 59οὐ δυνησόμεθα 60δοῦναι λόγον 61τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν.
Source notes (61)
- Footnote ελθειν ¦ κατελθειν ɴᴀ
- Footnote ευρων τινας μαθητας ειπε 91.2% ¦ ευρειν τινας μαθητας ειπε τε ᴄᴛ 3.6% ¦ ευρων μαθητας τινας ειπε ᴀɴᴛ 0%
- Footnote ειπον ¦ — ᴄᴛ
- Footnote ουδε ¦ ουδ ᴄᴛ
- Footnote τε προς αυτους 59.4% ¦ τε ᴄᴛ ᴘᴄᴋ 18.3% ¦ δε προς αυτους ᴍꜱꜱ 5%
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote μεν ¦ — ᴄᴛ
- Footnote χριστον ιησουν ¦ ιησουν χριστον ᴀɴᴛ ¦ ιησουν ᴄᴛ
- Footnote τας ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote προεφητευον ¦ επροφητευον ᴄᴛ
- Footnote δεκαδυο ¦ δωδεκα ᴄᴛ
- Footnote τα ¦ — ꜱʙʟ ᴡʜ
- Footnote τινος ¦ — ᴄᴛ
- Footnote ιησου ¦ — ᴄᴛ
- Footnote τε ¦ δε ᴘᴄᴋ
- Footnote εποιει ο θεος ¦ ο θεος εποιει ᴄᴛ
- Footnote επιφερεσθαι ¦ αποφερεσθαι ᴄᴛ
- Footnote εξερχεσθαι απ αυτων ¦ εκπορευεσθαι ᴄᴛ
- Footnote απο ¦ και ᴄᴛ
- Footnote ορκιζομεν ¦ ορκιζω ᴄᴛ
- Footnote παυλος ¦ ο παυλος ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote τινες υιοι σκευα ιουδαιου αρχιερεως επτα οι 86.9% ¦ τινες σκευα ιουδαιου αρχιερεως επτα υιοι ɴᴀ 3.6% ¦ τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι ꜱʙʟ ᴛʜ ᴡʜ 0.8%
- Footnote ειπε ¦ ειπεν αυτοις ᴄᴛ
- Footnote τον ¦ τον μεν ᴡʜ
- Footnote εφαλλομενος επ αυτους ο ανθρωπος ¦ εφαλομενος ο ανθρωπος επ αυτους ᴄᴛ
- Footnote και κατακυριευσαν ¦ και κατακυριευσας ᴀɴᴛ ᴛʀ ¦ κατακυριευσας ᴄᴛ
- Footnote αυτων ¦ αμφοτερων ᴄᴛ
- Footnote γνωστον πασιν ¦ πασι γνωστον ᴘᴄᴋ
- Footnote συνεψηφισαν ¦ συνεψηφισαντο ᴘᴄᴋ
- Footnote ο λογος του κυριου ¦ του κυριου ο λογος ᴄᴛ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ
- Footnote εργασιαν ουκ ολιγην ¦ ουκ ολιγην εργασιαν ᴄᴛ
- Footnote ημων ¦ ημιν ᴄᴛ
- Footnote ιερον αρτεμιδος ¦ αρτεμιδος ιερον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote ουθεν ¦ ουδεν ᴘᴄᴋ ᴛʀ
- Footnote δε ¦ τε ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote την μεγαλειοτητα ¦ της μεγαλειοτητος ᴄᴛ
- Footnote ολη ¦ — ᴄᴛ
- Footnote της ¦ — ᴛʀ
- Footnote παυλου ¦ του παυλου ᴛʀ
- Footnote του δε παυλου ¦ παυλου δε ᴄᴛ
- Footnote συγκεχυμενη ¦ συνκεχυμενη ᴛʜ ᴡʜ
- Footnote ενεκεν ¦ ενεκα ᴄᴛ
- Footnote προεβιβασαν ¦ συνεβιβασαν ᴄᴛ
- Footnote προβαλοντων ¦ προβαλλοντων ᴀɴᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote επιγνοντες ¦ επιγνοντων ᴛʀ
- Footnote ως ¦ ωσει ᴡʜ
- Footnote ο γραμματευς τον οχλον ¦ τον οχλον ο γραμματευς ᴡʜ
- Footnote ανθρωπος ¦ ανθρωπων ᴄᴛ
- Footnote θεας ¦ — ᴄᴛ
- Footnote αναντιρρητων ¦ αναντιρητων ᴡʜ
- Footnote πρασσειν ¦ πραττειν ᴛʀ
- Footnote θεον ¦ θεαν ᴀɴᴛ ᴛʀ
- Footnote υμων ¦ ημων ᴄᴛ
- Footnote εχουσι προς τινα λογον ¦ προς τινα λογον εχουσιν ᴛʀ
- Footnote περι ετερων 91.7% ¦ περαιτερω ᴄᴛ 4.7%
- Footnote ου ¦ — ᴀɴᴛ ᴛʀ
- Footnote δουναι ¦ αποδουναι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote της ¦ περι της ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.