Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18
Paul in Corinth
Μετὰ 1δὲ ταῦτα χωρισθεὶς 2ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ 3διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους 4ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι 5ἔμενε παρ᾽ αὐτοῖς καὶ 6εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ 7τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ 8Πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις 9τὸν Χριστὸν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ 10τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθεν 11ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι 12Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. εἶπε δὲ ὁ Κύριος 13δι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. ἐκάθισέ 14τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
Γαλλίωνος δὲ 15ἀνθυπατεύοντος τῆς Ἀχαΐας κατεπέστησαν 16ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα λέγοντες ὅτι Παρὰ τὸν νόμον 17οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν 18οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν 19ἠνεσχόμην ὑμῶν· εἰ δὲ 20ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς 21γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι δὲ πάντες 22οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι 23ἔμελλεν.
Paul’s Return to Antioch
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος 24τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 25κατήντησε δὲ εἰς Ἔφεσον, 26καὶ ἐκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν 27διελέχθη τοῖς Ἰουδαίοις. ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι 28παρ᾽ αὐτοῖς οὐκ ἐπένευσεν, 29ἀλλὰ 30ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα, πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. 31καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελθὼν εἰς 32Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, 33ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
Apollos Speaks Boldly in Ephesus
Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ 34Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα 35Ἰωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ 36Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν 37τοῦ Θεοῦ ὁδόν. βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Source notes (37)
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ο παυλος 97.1% ¦ — ᴄᴛ 1.5%
- Footnote διατεταχεναι ¦ τεταχεναι ʜꜰ ʀᴘ
- Footnote εκ ¦ απο ᴀɴᴛ ᴄᴛ
- Footnote εμενε ¦ εμεινε ᴀɴᴛ
- Footnote ειργαζετο 91.4% ¦ ηργαζετο ɴᴀ ꜱʙʟ ᴛʜ 7.8% ¦ ηργαζοντο ᴡʜ 0.4%
- Footnote τη τεχνη ¦ την τεχνην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote πνευματι 93.5% ¦ λογω ᴄᴛ 6.1%
- Footnote τον ¦ ειναι τον ᴄᴛ
- Footnote την κεφαλην ¦ τας κεφαλας ᴘᴄᴋ
- Footnote ηλθεν ¦ εισηλθεν ɴᴀ ꜱʙʟ
- Footnote ιουστου ¦ τιτου ιουστου ɴᴀ ¦ τιτιου ιουστου ꜱʙʟ ᴡʜ
- Footnote δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος ᴄᴛ
- Footnote τε ¦ δε ᴄᴛ
- Footnote ανθυπατευοντος ¦ ανθυπατου οντος ᴄᴛ
- Footnote ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον ᴡʜ
- Footnote ουτος αναπειθει ¦ αναπειθει ουτος ᴄᴛ ᴘᴄᴋ
- Footnote ουν ¦ — ᴄᴛ
- Footnote ηνεσχομην ¦ ανεσχομην ᴄᴛ
- Footnote ζητημα ¦ ζητηματα ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote οι ελληνες 95.4% ¦ — ᴄᴛ 1.7%
- Footnote εμελλεν ¦ εμελεν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ɴᴀ ꜱʙʟ ¦ εν κενχρεαις την κεφαλην ᴛʜ ᴡʜ
- Footnote κατηντησε ¦ κατηντησαν ᴄᴛ
- Footnote και εκεινους ¦ κακεινους ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote διελεχθη ¦ διελεξατο ᴄᴛ
- Footnote παρ αυτοις 86.4% ¦ — ᴄᴛ 8.1%
- Footnote αλλα ¦ αλλ ɴᴀ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ ʀᴘ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote επιστηριζων ¦ στηριζων ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote κυριου ¦ ιησου ᴄᴛ ᴘᴄᴋ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ᴄᴛ
- Footnote του θεου οδον ¦ οδον του θεου ᴀɴᴛ ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.