Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17

The Uproar in Thessalonica

Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ 1Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν 2ἡ συναγωγὴ τῶν Ἰουδαίων. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία 3διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν 4ὁ Χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων 5πολὺ πλῆθος, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 6προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες τῶν ἀγοραίων 7τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, 8ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς 9ἀγαγεῖν εἰς τὸν δῆμον. μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον 10τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος 11πράσσουσι, βασιλέα 12λέγοντες ἕτερον εἶναι, Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.

Paul and Silas in Berea

Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ 13τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς 14Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν 15ἀπῄεσαν τῶν Ἰουδαίων. οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, 16τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτω. πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ 17Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ 18σαλεύοντες τοὺς ὄχλους. εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι 19ὡς ἐπὶ τὴν θάλασσαν, 20ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. οἱ δὲ 21καθιστῶντες τὸν Παῦλον ἤγαγον 22αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ 23Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν ἐξῄεσαν.

Paul in Athens

Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ 24θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. τινὲς δὲ 25καὶ τῶν 26Ἐπικουρείων καὶ 27τῶν 28Στοϊκῶν φιλοσόφων 29συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι—ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν 30εὐηγγελίζετο. ἐπιλαβόμενοί 31τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι 32τί ἂν θέλοι ταῦτα εἶναι. (Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον 33εὐκαίρουν ἢ λέγειν τι 34καὶ 35ἀκούειν καινότερον.)

Σταθεὶς δὲ 36ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη, Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. 37ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς 38Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν 39ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν 40κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς 41αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ 42πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας 43προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν 44Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, 45καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. ἐν αὐτῷ γὰρ ζῶμεν καὶ 46κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι,

Τοῦ γὰρ καὶ γένος ἐσμέν.

γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν 47παραγγέλλει τοῖς ἀνθρώποις 48πᾶσι πανταχοῦ μετανοεῖν, 49διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ 50εἶπον, Ἀκουσόμεθά σου 51πάλιν περὶ τούτου. καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Source notes (51)
  1. Footnote απολλωνιαν ¦ την απολλωνιαν ᴄᴛ
  2. Footnote η ¦ — ᴄᴛ
  3. Footnote διελεξατο ¦ διελεγετο ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  4. Footnote ο χριστος ιησους ¦ ιησους ο χριστος ᴘᴄᴋ ¦ ο χριστος ο ιησους ɴᴀ ꜱʙʟ ᴡʜ ¦ χριστος ιησους ᴛʜ
  5. Footnote πολυ πληθος ¦ πληθος πολυ ᴄᴛ ᴘᴄᴋ
  6. Footnote προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες ¦ ζηλωσαντες δε οι απειθουντες ιουδαιοι και προσλαβομενοι ᴛʀ ¦ προσλαβομενοι δε οι απειθουντες ιουδαιοι ᴀɴᴛ ¦ ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι ᴄᴛ
  7. Footnote τινας ανδρας ¦ ανδρας τινας ᴄᴛ ᴘᴄᴋ
  8. Footnote επισταντες τε ¦ και επισταντες ᴄᴛ
  9. Footnote αγαγειν ¦ προαγαγειν ᴄᴛ
  10. Footnote τον ¦ — ᴄᴛ
  11. Footnote πρασσουσι ¦ πραττουσι ᴛʀ
  12. Footnote λεγοντες ετερον ¦ ετερον λεγοντες ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  13. Footnote της ¦ — ᴄᴛ
  14. Footnote βεροιαν ¦ βερροιαν ᴘᴄᴋ
  15. Footnote απηεσαν των ιουδαιων ¦ των ιουδαιων απηεσαν ᴄᴛ ᴛʀ
  16. Footnote το ¦ — ɴᴀ ᴘᴄᴋ ᴛʜ
  17. Footnote βεροια ¦ βερροια ᴘᴄᴋ
  18. Footnote σαλευοντες 77.1% ¦ σαλευοντες και ταρασσοντες ᴄᴛ 22%
  19. Footnote ως ¦ εως ᴄᴛ
  20. Footnote υπεμενον δε ¦ υπεμειναν τε ᴄᴛ
  21. Footnote καθιστωντες ¦ καθιστανοντες ᴄᴛ
  22. Footnote αυτον ¦ — ᴄᴛ
  23. Footnote τιμοθεον ¦ τον τιμοθεον ᴄᴛ
  24. Footnote θεωρουντι ¦ θεωρουντος ᴄᴛ
  25. Footnote και ¦ — ᴀɴᴛ ᴛʀ
  26. Footnote επικουρειων ¦ επικουριων ᴡʜ
  27. Footnote των ¦ — ᴄᴛ
  28. Footnote στοικων ¦ στωικων ᴘᴄᴋ ᴛʀ ᴡʜ
  29. Footnote συνεβαλλον ¦ συνεβαλον ᴘᴄᴋ
  30. Footnote ευηγγελιζετο ¦ αυτοις ευηγγελιζετο ᴛʀ ¦ ευηγγελιζετο αυτοις ᴀɴᴛ
  31. Footnote τε ¦ δε ᴡʜ
  32. Footnote τι αν θελοι ¦ τινα θελει ᴄᴛ
  33. Footnote ευκαιρουν ¦ ηυκαιρουν ᴄᴛ
  34. Footnote και ¦ η ᴄᴛ
  35. Footnote ακουειν ¦ ακουειν τι ᴄᴛ
  36. Footnote ο ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  37. Footnote ον … τουτον 89.4% ¦ ο … τουτο ᴄᴛ 1.5%
  38. Footnote κυριος υπαρχων ¦ υπαρχων κυριος ᴄᴛ
  39. Footnote ανθρωπων ¦ ανθρωπινων ᴄᴛ
  40. Footnote κατα ¦ και τα ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  41. Footnote αιματος 95% ¦ — ᴄᴛ 4.4%
  42. Footnote παν το προσωπον ¦ παντος προσωπου ᴄᴛ
  43. Footnote προστεταγμενους ¦ προτεταγμενους ᴛʀ
  44. Footnote κυριον ¦ θεον ᴄᴛ
  45. Footnote και γε ¦ καιτοιγε ᴛʀ
  46. Footnote κινουμεθα ¦ κεινουμεθα ᴛʜ
  47. Footnote παραγγελλει ¦ απαγγελλει ᴡʜ
  48. Footnote πασι ¦ παντας ᴄᴛ
  49. Footnote διοτι ¦ καθοτι ᴄᴛ
  50. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  51. Footnote παλιν περι τουτου και ¦ περι τουτου και παλιν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.