Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16

Timothy Joins Paul and Silas

Κατήντησε 1δὲ εἰς Δέρβην καὶ 2Λύστραν, καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός 3τινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· 4ᾔδεισαν γὰρ ἅπαντες 5τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν. ὡς δὲ διεπορεύοντο τὰς πόλεις, 6παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ 7τῶν 8πρεσβυτέρων τῶν ἐν 9Ἱερουσαλήμ. αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.

Paul’s Vision of the Macedonian Man

10

Διελθόντες δὲ τὴν Φρυγίαν καὶ 11τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, 12ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον 13κατὰ τὴν Βιθυνίαν 14πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ 15Πνεῦμα. παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμα διὰ 16τῆς νυκτὸς 17ὤφθη τῷ Παύλῳ· ἀνήρ 18τις ἦν Μακεδὼν ἑστώς, 19παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς 20Μακεδονίαν βοήθησον ἡμῖν. ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς 21τὴν Μακεδονίαν 22συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ 23Κύριος εὐαγγελίσασθαι αὐτούς.

The Conversion of Lydia

Ἀναχθέντες οὖν ἀπὸ 24τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς 25Σαμοθρᾴκην, τῇ 26τε ἐπιούσῃ εἰς 27Νεάπολιν, 28ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος 29τῆς Μακεδονίας πόλις, 30κολωνεία. ἦμεν δὲ ἐν 31αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς 32πόλεως παρὰ ποταμὸν οὗ 33ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ 34τοῦ Παύλου. ὡς δὲ 35ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου 36μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.

Paul and Silas Imprisoned in Philippi

Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς 37προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα 38Πύθωνος 39ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη 40κατακολουθήσασα τῷ Παύλῳ καὶ 41ἡμῖν ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν 42ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ 43ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐν 44τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς 45εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ 46περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. πολλάς 47τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακὴν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην 48εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας 49αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.

Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, 50ἀνεῴχθησάν 51τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος 52μάχαιραν 53ἔμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ 54φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. αἰτήσας δὲ φῶτα εἰσεπήδησε καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ 55τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; οἱ δὲ 56εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν 57Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ 58Κυρίου 59καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ 60πάντες παραχρῆμα. ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον 61αὐτοῦ παρέθηκε τράπεζαν, καὶ 62ἠγαλλιᾶτο 63πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους 64τούτους πρὸς τὸν Παῦλον ὅτι 65Ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, 66Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, 67ἔβαλον εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, 68ἀλλὰ ἐλθόντες αὐτοὶ 69ἐξαγαγέτωσαν. 70ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· 71καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι, καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων 72ἐξελθεῖν τῆς πόλεως. ἐξελθόντες δὲ 73ἐκ τῆς φυλακῆς εἰσῆλθον 74πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες 75τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς καὶ 76ἐξῆλθον.

Source notes (76)
  1. Footnote δε ¦ δε και ᴄᴛ
  2. Footnote λυστραν ¦ εις λυστραν ᴄᴛ
  3. Footnote τινος ¦ — ᴄᴛ
  4. Footnote ηδεισαν ¦ ηδεσαν ᴘᴄᴋ
  5. Footnote τον πατερα αυτου οτι ελλην ¦ οτι ελλην ο πατηρ αυτου ᴄᴛ
  6. Footnote παρεδιδουν ¦ παρεδιδοσαν ᴄᴛ
  7. Footnote των ¦ — ᴄᴛ
  8. Footnote πρεσβυτερων ¦ πρεσβυπερων ᴇʟᴢ*
  9. Footnote ιερουσαλημ ¦ ιεροσολυμοις ᴄᴛ
  10. Footnote διελθοντες ¦ διηλθον ᴄᴛ
  11. Footnote την ¦ — ᴄᴛ
  12. Footnote ελθοντες ¦ ελθοντες δε ᴄᴛ
  13. Footnote κατα ¦ εις ᴄᴛ
  14. Footnote πορευεσθαι ¦ πορευθηναι ᴄᴛ
  15. Footnote πνευμα ¦ πνευμα ιησου ᴄᴛ
  16. Footnote της ¦ — ꜱʙʟ ᴡʜ
  17. Footnote ωφθη τω παυλω ¦ τω παυλω ωφθη ᴄᴛ
  18. Footnote τις ην μακεδων ¦ μακεδων τις ην ᴄᴛ
  19. Footnote παρακαλων ¦ και παρακαλων ᴄᴛ
  20. Footnote μακεδονιαν ¦ την μακεδονιαν ᴘᴄᴋ
  21. Footnote την ¦ — ᴄᴛ
  22. Footnote συμβιβαζοντες ¦ συνβιβαζοντες ᴡʜ
  23. Footnote κυριος ¦ θεος ᴄᴛ
  24. Footnote της ¦ — ᴄᴛ
  25. Footnote σαμοθρακην ¦ την σαμοθρακην ᴘᴄᴋ
  26. Footnote τε ¦ δε ᴀɴᴛ ᴄᴛ
  27. Footnote νεαπολιν ¦ νεαν πολιν ᴄᴛ
  28. Footnote εκειθεν τε ¦ κακειθεν ᴄᴛ
  29. Footnote της ¦ — ᴄᴛ
  30. Footnote κολωνεια ¦ κολωνια ᴀɴᴛ ᴄᴛ ᴛʀ
  31. Footnote αυτη ¦ ταυτη ᴄᴛ ᴛʀ
  32. Footnote πολεως ¦ πυλης ᴄᴛ
  33. Footnote ενομιζετο προσευχη ¦ ενομιζομεν προσευχην ꜱʙʟ ᴛʜ ᴡʜ
  34. Footnote του ¦ — ᴡʜ
  35. Footnote εβαπτισθη ¦ εβαπτισθη αυτη ᴘᴄᴋ
  36. Footnote μεινατε ¦ μενετε ᴄᴛ
  37. Footnote προσευχην ¦ την προσευχην ᴄᴛ
  38. Footnote πυθωνος ¦ πυθωνα ᴄᴛ
  39. Footnote απαντησαι ¦ υπαντησαι ᴄᴛ
  40. Footnote κατακολουθησασα ¦ κατακολουθουσα ꜱʙʟ ᴛʜ ᴡʜ
  41. Footnote ημιν ¦ τω σιλα ᴀɴᴛ ᴘᴄᴋ
  42. Footnote ημιν ¦ υμιν ᴄᴛ ᴇʟᴢ
  43. Footnote ο ¦ — ᴄᴛ
  44. Footnote τω ¦ — ᴄᴛ
  45. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  46. Footnote περιρρηξαντες ¦ περιρηξαντες ᴄᴛ
  47. Footnote τε ¦ δε ᴡʜ
  48. Footnote ειληφως ¦ λαβων ᴄᴛ
  49. Footnote αυτων ησφαλισατο ¦ ησφαλισατο αυτων ᴄᴛ
  50. Footnote ανεωχθησαν ¦ ηνεωχθησαν ᴄᴛ
  51. Footnote τε ¦ δε ᴄᴛ ᴘᴄᴋ
  52. Footnote μαχαιραν ¦ την μαχαιραν ꜱʙʟ ᴡʜ
  53. Footnote εμελλεν ¦ ημελλεν ᴄᴛ
  54. Footnote φωνη μεγαλη ο παυλος 90.7% ¦ φωνη μεγαλη παυλος ᴛʜ 3.1% ¦ μεγαλη φωνη ο παυλος ɴᴀ 0.6% ¦ παυλος μεγαλη φωνη ᴡʜ 0.2%
  55. Footnote τω ¦ — ᴡʜ
  56. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  57. Footnote χριστον ¦ — ᴄᴛ
  58. Footnote κυριου ¦ θεου ᴡʜ
  59. Footnote και ¦ συν ᴄᴛ
  60. Footnote παντες 87.4% ¦ απαντες ᴡʜ 3.7%
  61. Footnote αυτου ¦ — ᴄᴛ
  62. Footnote ηγαλλιατο ¦ ηγαλλιασατο ᴄᴛ ᴛʀ
  63. Footnote πανοικι ¦ πανοικει ᴄᴛ
  64. Footnote τουτους ¦ — ᴡʜ
  65. Footnote απεσταλκασιν ¦ απεσταλκαν ᴄᴛ
  66. Footnote δειραντες ¦ δηραντες ᴘᴄᴋ
  67. Footnote εβαλον ¦ εβαλαν ᴄᴛ
  68. Footnote αλλα ¦ αλλ ɴᴀ
  69. Footnote εξαγαγετωσαν ¦ ημας εξαγαγετωσαν ᴀɴᴛ ᴄᴛ ᴛʀ
  70. Footnote ανηγγειλαν ¦ απηγγειλαν ᴄᴛ
  71. Footnote και εφοβηθησαν ¦ εφοβηθησαν δε ᴄᴛ ᴘᴄᴋ
  72. Footnote εξελθειν ¦ απελθειν απο ᴄᴛ
  73. Footnote εκ ¦ απο ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
  74. Footnote προς ¦ εις ᴛʀ
  75. Footnote τους αδελφους παρεκαλεσαν αυτους ¦ παρεκαλεσαν τους αδελφους ᴄᴛ
  76. Footnote εξηλθον ¦ εξηλθαν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.