Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15
The Jerusalem Council
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ 1περιτέμνησθε τῷ 2ἔθει 3Μωϋσέως, οὐ δύνασθε σωθῆναι. γενομένης 4οὖν στάσεως καὶ 5ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τὴν 6Φοινίκην καὶ 7Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς 8Ἱερουσαλὴμ 9ἀπεδέχθησαν 10ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾽ 11αὐτῶν. ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον 12Μωϋσέως.
Συνήχθησαν 13δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. πολλῆς δὲ 14συζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν 15ἀρχαίων ὁ Θεὸς 16ἐν ἡμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς 17αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν, καὶ 18οὐθὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος 19τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾽ αὐτῶν. μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν 20ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
Μετὰ ταῦτα ἀναστρέψω
καὶ ἀνοικοδομήσω τὴν σκηνὴν 21Δαυὶδ τὴν πεπτωκυῖαν,
καὶ τὰ 22κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω
καὶ ἀνορθώσω αὐτήν,
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον,
καὶ πάντα τὰ ἔθνη ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς,
λέγει Κύριος 23ὁ ποιῶν 24πάντα ταῦτα.
γνωστὰ ἀπ᾽ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, 25ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι 26ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ 27τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 28Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
The Letter to Gentile Believers
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν 29Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν 30ἐπικαλούμενον 31Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν 32τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι 33καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ 34τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν 35ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, 36λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν 37ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. ἔδοξε γὰρ τῷ 38Ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν 39τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ 40πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
Οἱ μὲν οὖν ἀπολυθέντες 41ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Ἰούδας 42τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν. ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς 43ἀποστόλους. 44Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου.
Paul and Barnabas Part Company
Μετὰ δέ τινας ἡμέρας εἶπε 45Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς 46ἡμῶν κατὰ 47πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ 48ἐβουλεύσατο 49συμπαραλαβεῖν 50τὸν 51Ἰωάννην τὸν 52καλούμενον Μάρκον, Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ 53συμπαραλαβεῖν τοῦτον. ἐγένετο 54οὖν παροξυσμός, ὥστε 55ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον, Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ 56Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. διήρχετο δὲ τὴν Συρίαν καὶ 57Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
Source notes (57)
- Footnote περιτεμνησθε ¦ περιτμηθητε ᴄᴛ
- Footnote εθει ¦ εθει τω ᴄᴛ
- Footnote μωυσεως ¦ μωσεως ʜꜰ ¦ μωυσεος ᴘᴄᴋ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote ζητησεως ¦ συζητησεως ᴛʀ
- Footnote φοινικην ¦ τε φοινικην ᴄᴛ
- Footnote σαμαρειαν ¦ σαμαριαν ᴡʜ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote απεδεχθησαν ¦ παρεδεχθησαν ᴄᴛ
- Footnote υπο ¦ απο ꜱʙʟ ᴡʜ
- Footnote αυτων ¦ αυτων και οτι ηνοιξε τοις εθνεσι θυραν πιστεως ᴀɴᴛ
- Footnote μωυσεως ¦ μωσεως ʜꜰ ᴘᴄᴋ
- Footnote δε ¦ τε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote συζητησεως ¦ ζητησεως ᴄᴛ
- Footnote αρχαιων ο θεος … εξελεξατο ¦ αρχαιων … εξελεξατο ο θεος ᴄᴛ
- Footnote εν ημιν 61.8% ¦ εν υμιν ᴄᴛ ᴘᴄᴋ 34%
- Footnote αυτοις ¦ — ᴄᴛ
- Footnote ουθεν ¦ ουδεν ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote του κυριου ιησου ¦ κυριου ιησου χριστου ᴛʀ
- Footnote επι ¦ — ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote κατεσκαμμενα ¦ κατεστραμμενα ᴡʜ
- Footnote ο ¦ — ꜱʙʟ ᴡʜ
- Footnote παντα ταυτα γνωστα απ αιωνος εστι τω θεω παντα τα εργα αυτου ¦ ταυτα παντα γνωστα απ αιωνος εστι τω θεω παντα τα εργα αυτου ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ ταυτα γνωστα απ αιωνος ᴄᴛ
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
- Footnote απο ¦ — ᴄᴛ
- Footnote του ¦ — ᴡʜ
- Footnote μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ᴛʀ
- Footnote παυλω ¦ τω παυλω ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote επικαλουμενον ¦ καλουμενον ᴄᴛ
- Footnote βαρσαββαν ¦ βαρσαβαν ᴘᴄᴋ ᴛʀ
- Footnote ταδε 90.9% ¦ — ᴄᴛ 1.2%
- Footnote και οι ¦ — ᴄᴛ
- Footnote την ¦ — ᴘᴄᴋ
- Footnote εξελθοντες 94.4% ¦ — ᴡʜ 1.7%
- Footnote λεγοντες περιτεμνεσθαι και τηρειν τον νομον ¦ — ᴄᴛ
- Footnote εκλεξαμενους ¦ εκλεξαμενοις ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
- Footnote αγιω πνευματι ¦ πνευματι τω αγιω ᴄᴛ
- Footnote των επαναγκες τουτων ¦ τουτων των επαναγκες ᴄᴛ
- Footnote πνικτου ¦ πνικτων ᴄᴛ
- Footnote ηλθον ¦ κατηλθον ᴄᴛ
- Footnote τε ¦ δε ᴇʟᴢ ꜱᴄʀ
- Footnote αποστολους ¦ αποστειλαντας αυτους ᴄᴛ
- Footnote παυλος 69.3% ¦ 34 εδοξε δε τω σιλα επιμειναι αυτου 35 παυλος ᴀɴᴛ ɴᴀ ᴛʀ 18% ¦ 34 εδοξε δε τω σιλα επιμειναι αυτοθι 35 παυλος ᴍꜱꜱ 7% {Note: ɴᴀ encloses verse 34 with double brackets.}
- Footnote παυλος προς βαρναβαν ¦ προς βαρναβαν παυλος ᴄᴛ
- Footnote ημων ¦ — ᴄᴛ
- Footnote πασαν πολιν ¦ πολιν πασαν ᴄᴛ
- Footnote εβουλευσατο ¦ εβουλετο ᴄᴛ
- Footnote συμπαραλαβειν ¦ συνπαραλαβειν ᴛʜ ᴡʜ
- Footnote τον ¦ και ɴᴀ ᴘᴄᴋ ¦ και τον ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote καλουμενον ¦ επικαλουμενον ᴀɴᴛ
- Footnote συμπαραλαβειν ¦ συμπαραλαμβανειν ɴᴀ ꜱʙʟ ¦ συνπαραλαμβανειν ᴛʜ ᴡʜ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote αποχωρισθηναι ¦ χωρισθηναι ᴘᴄᴋ
- Footnote θεου ¦ κυριου ᴄᴛ
- Footnote κιλικιαν ¦ την κιλικιαν ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.