Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14
Paul and Barnabas in Iconium
Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. οἱ δὲ 1ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, 2διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κἀκεῖ 3ἦσαν εὐαγγελιζόμενοι.
Paul and Barnabas in Lystra
Καί τις ἀνὴρ 4ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ 5ὑπάρχων, ὃς οὐδέποτε 6περιπεπατήκει. οὗτος 7ἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι 8πίστιν ἔχει τοῦ σωθῆναι εἶπε μεγάλῃ 9τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου 10ὀρθός. καὶ 11ἥλλετο καὶ περιεπάτει. οἱ 12δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν 13ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. ἐκάλουν τε τὸν 14μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὁ 15δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως 16αὐτῶν ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελε θύειν. ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια 17αὐτῶν 18εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς 19ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ 20τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 21καίτοιγε οὐκ ἀμάρτυρον 22ἑαυτὸν ἀφῆκεν 23ἀγαθοποιῶν, οὐρανόθεν 24ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας 25ἡμῶν. καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 26
Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον 27ἔσυρον ἔξω τῆς πόλεως 28νομίσαντες αὐτὸν τεθνάναι. κυκλωσάντων δὲ 29αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Paul and Barnabas Return to Antioch in Syria
Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς 30τὴν Λύστραν καὶ 31Ἰκόνιον καὶ 32Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. χειροτονήσαντες δὲ αὐτοῖς 33πρεσβυτέρους κατ᾽ ἐκκλησίαν, 34προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν 35πεπιστεύκεισαν.
Καὶ διελθόντες τὴν Πισιδίαν 36ἦλθον εἰς 37Παμφυλίαν. καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς 38Ἀττάλειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν 39ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. διέτριβον δὲ 40ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Source notes (40)
- Footnote απειθουντες ¦ απειθησαντες ᴄᴛ
- Footnote διδοντι ¦ και διδοντι ᴛʀ
- Footnote ησαν ευαγγελιζομενοι ¦ ευαγγελιζομενοι ησαν ᴄᴛ
- Footnote εν λυστροις αδυνατος ¦ αδυνατος εν λυστροις ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote υπαρχων ¦ — ᴄᴛ
- Footnote περιπεπατηκει ¦ περιεπεπατηκει ᴇʟᴢ ꜱᴄʀ ¦ περιεπατησεν ᴄᴛ
- Footnote ηκουε ¦ ηκουσε ᴀɴᴛ ʜꜰ ɴᴀ ʀᴘ ꜱʙʟ ᴛʜ
- Footnote πιστιν εχει ¦ εχει πιστιν ᴄᴛ
- Footnote τη ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ορθος ¦ ορθως ʀᴘ
- Footnote ηλλετο ¦ ηλλατο ᴘᴄᴋ ¦ ηλατο ᴀɴᴛ ᴄᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote μεν ¦ — ᴄᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote αυτων ¦ — ᴄᴛ
- Footnote αυτων ¦ εαυτων ᴡʜ
- Footnote εισεπηδησαν ¦ εξεπηδησαν ᴄᴛ
- Footnote εσμεν υμιν ¦ υμιν εσμεν ᴘᴄᴋ
- Footnote τον θεον τον ¦ θεον ᴄᴛ
- Footnote καιτοιγε ¦ καιτοι ᴄᴛ
- Footnote ἑαυτὸν ¦ αὐτὸν ɴᴀ ᴛʜ ¦ αὑτὸν ꜱʙʟ ᴡʜ
- Footnote αγαθοποιων ¦ αγαθουργων ᴄᴛ
- Footnote υμιν ¦ ημιν ᴛʀ
- Footnote ημων ¦ υμων ᴀɴᴛ ᴄᴛ
- Footnote επηλθον ¦ επηλθαν ᴄᴛ
- Footnote εσυρον ¦ εσυραν ᴀɴᴛ ᴘᴄᴋ
- Footnote νομισαντες αυτον τεθναναι ¦ νομιζοντες αυτον τεθνηκεναι ᴄᴛ
- Footnote αυτον των μαθητων ¦ των μαθητων αυτον ᴄᴛ ᴘᴄᴋ
- Footnote την ¦ — ᴘᴄᴋ
- Footnote ικονιον ¦ εις ικονιον ᴄᴛ
- Footnote αντιοχειαν ¦ εις αντιοχειαν ᴄᴛ
- Footnote πρεσβυτερους κατ εκκλησιαν ¦ κατ εκκλησιαν πρεσβυτερους ᴄᴛ
- Footnote προσευξαμενοι ¦ και προσευξαμενοι ᴀɴᴛ
- Footnote πεπιστευκεισαν ¦ πεπιστευκασι ᴀɴᴛ
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote παμφυλιαν ¦ την παμφυλιαν ᴄᴛ
- Footnote ατταλειαν ¦ ατταλιαν ᴡʜ
- Footnote ανηγγειλαν ¦ ανηγγελλον ᴄᴛ
- Footnote εκει ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.