Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13

Barnabas and Saul Are Commissioned

Ἦσαν δέ 1τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ 2καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ 3τετράρχου σύντροφος καὶ Σαῦλος. λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸν 4Βαρνάβαν καὶ 5τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες 6τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.

Barnabas and Saul on Cyprus

7

Οὗτοι μὲν 8οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ 9Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς 10τὴν 11Σελεύκειαν, ἐκεῖθεν 12δὲ ἀπέπλευσαν εἰς 13τὴν Κύπρον. καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. (εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.) διελθόντες δὲ 14τὴν νῆσον ἄχρι Πάφου εὗρόν 15τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα 16Βαριησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ) ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου 17καὶ ἀτενίσας 18εἰς αὐτὸν εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς 19Κυρίου τὰς εὐθείας; καὶ νῦν, ἰδού, χεὶρ 20Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα 21δὲ 22ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν 23ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Paul and Barnabas in Antioch of Pisidia

Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ 24τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. 25Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν 26τῆς Πισιδίας, καὶ 27εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν 28οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ 29ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.

Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν, Ἄνδρες 30Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. ὁ Θεὸς τοῦ λαοῦ 31τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ 32Αἰγύπτῳ καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. καὶ ὡς 33τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 34καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν 35κατεκληρονόμησεν 36αὐτοῖς τὴν γῆν αὐτῶν. 37καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ 38τοῦ προφήτου. κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν 39Κίς, ἄνδρα ἐκ φυλῆς 40Βενιαμίν, ἔτη 41τεσσαράκοντα. καὶ μεταστήσας αὐτὸν ἤγειρεν 42αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον 43Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν 44ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος 45Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας 46τῷ Ἰσραήλ. ὡς δὲ ἐπλήρου 47Ἰωάννης τὸν δρόμον, ἔλεγε, 48Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ. ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.

Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, 49ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης 50ἀπεστάλη. οἱ γὰρ κατοικοῦντες 51ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν. καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο 52Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. ὡς δὲ ἐτέλεσαν 53πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές 54εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις 55αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ 56τῷ δευτέρῳ γέγραπται,

Υἱός μου εἶ σύ·

ἐγὼ σήμερον γεγέννηκά σε.

ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι

Δώσω ὑμῖν τὰ ὅσια 57Δαυὶδ τὰ πιστά. 58

διὸ καὶ ἐν ἑτέρῳ λέγει,

Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 59

Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν οὐκ εἶδε διαφθοράν. γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν 60τῷ νόμῳ 61Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. βλέπετε οὖν μὴ ἐπέλθῃ 62ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,

Ἴδετε, οἱ καταφρονηταί,

καὶ θαυμάσατε καὶ ἀφανίσθητε,

ὅτι ἔργον 63ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, 64

ὃ οὐ μὴ πιστεύσητε

ἐάν τις ἐκδιηγῆται ὑμῖν.

Ἐξιόντων δὲ 65ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων παρεκάλουν 66τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ 67ῥήματα. λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες 68προσλαλοῦντες ἔπειθον 69αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.

Τῷ 70τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ 71Θεοῦ. ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ 72τοῦ Παύλου 73λεγομένοις, 74ἀντιλέγοντες καὶ βλασφημοῦντες. παρρησιασάμενοι 75δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας 76εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. 77ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδού, στρεφόμεθα εἰς τὰ ἔθνη. οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,

Τέθεικά σε εἰς φῶς ἐθνῶν

τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Ἀκούοντα δὲ τὰ ἔθνη 78ἔχαιρε καὶ 79ἐδόξαζον τὸν λόγον τοῦ 80Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας. οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας 81καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ 82τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν 83αὐτῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον. οἱ 84δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Source notes (84)
  1. Footnote τινες ¦ — ᴄᴛ
  2. Footnote καλουμενος ¦ επικαλουμενος ᴀɴᴛ
  3. Footnote τετραρχου ¦ τετρααρχου ɴᴀ ꜱʙʟ ᴡʜ
  4. Footnote βαρναβαν ¦ τε βαρναβαν ᴛʀ
  5. Footnote τον ¦ — ᴄᴛ
  6. Footnote τας χειρας αυτοις ¦ αυτοις τας χειρας ᴀɴᴛ
  7. Footnote ουτοι ¦ αυτοι ᴄᴛ
  8. Footnote ουν ¦ — ᴘᴄᴋ
  9. Footnote πνευματος του αγιου ¦ αγιου πνευματος ᴄᴛ
  10. Footnote την ¦ — ᴄᴛ
  11. Footnote σελευκειαν ¦ σελευκιαν ᴡʜ
  12. Footnote δε ¦ τε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  13. Footnote την ¦ — ᴄᴛ
  14. Footnote την ¦ ολην την ᴄᴛ
  15. Footnote τινα ¦ ανδρα τινα ᴄᴛ
  16. Footnote βαριησουν ¦ βαριησους ᴀɴᴛ ʀᴘ ᴛʜ ᴛʀ ᴡʜ ¦ βαριησου ɴᴀ ꜱʙʟ
  17. Footnote και ¦ — ᴄᴛ
  18. Footnote εις ¦ προς ᴀɴᴛ
  19. Footnote κυριου ¦ του κυριου ɴᴀ ᴡʜ
  20. Footnote κυριου ¦ του κυριου ᴛʀ
  21. Footnote δε ¦ τε ɴᴀ
  22. Footnote επεπεσεν ¦ επεσεν ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ
  23. Footnote εκπλησσομενος ¦ εκπληττομενος ᴘᴄᴋ ᴡʜ
  24. Footnote τον ¦ — ᴄᴛ
  25. Footnote ιωαννης ¦ ιωανης ᴡʜ
  26. Footnote της πισιδιας ¦ την πισιδιαν ᴄᴛ
  27. Footnote εισελθοντες ¦ ελθοντες ᴛʜ ᴡʜ
  28. Footnote οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι ᴘᴄᴋ
  29. Footnote εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος ᴄᴛ
  30. Footnote ισραηλιται ¦ ισραηλειται ᴛʜ ᴡʜ
  31. Footnote τουτου ¦ τουτου ισραηλ ᴀɴᴛ ᴄᴛ ᴛʀ
  32. Footnote αιγυπτω ¦ αιγυπτου ᴄᴛ
  33. Footnote τεσσαρακονταετη ¦ τεσσερακονταετη ᴄᴛ
  34. Footnote και ¦ — ᴡʜ
  35. Footnote κατεκληρονομησεν ¦ κατεκληροδοτησεν ᴛʀ
  36. Footnote αυτοις ¦ — ᴄᴛ
  37. Footnote και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα ᴄᴛ 5.2%
  38. Footnote του ¦ — ᴡʜ
  39. Footnote κις ¦ κεις ᴛʜ ᴡʜ
  40. Footnote βενιαμιν ¦ βενιαμειν ᴛʜ ᴡʜ
  41. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
  42. Footnote αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ ʜꜰ ᴛʀ ¦ τον δαυιδ αυτοις ɴᴀ ꜱʙʟ ¦ τον δαυειδ αυτοις ᴛʜ ᴡʜ
  43. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  44. Footnote ηγαγε τω ισραηλ σωτηριαν ¦ ηγειρε τω ισραηλ σωτηρα ιησουν ᴛʀ ¦ ηγαγε τω ισραηλ σωτηρα ιησουν ᴄᴛ
  45. Footnote ιωαννου ¦ ιωανου ᴡʜ
  46. Footnote τω ¦ παντι τω λαω ᴀɴᴛ ᴄᴛ ᴛʀ
  47. Footnote ιωαννης ¦ ο ιωαννης ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ ¦ ιωανης ᴡʜ
  48. Footnote τινα με ¦ τι εμε ᴄᴛ
  49. Footnote υμιν ¦ ημιν ᴄᴛ
  50. Footnote απεσταλη ¦ εξαπεσταλη ᴄᴛ ᴘᴄᴋ
  51. Footnote εν ¦ — ʜꜰ ᴘᴄᴋ
  52. Footnote πιλατον ¦ πειλατον ᴡʜ
  53. Footnote παντα ¦ απαντα ᴛʀ
  54. Footnote εισι ¦ νυν εισι ɴᴀ ꜱʙʟ ᴡʜ
  55. Footnote αυτων ημιν 95% ¦ ημων ꜱʙʟ ᴡʜ 1.5% ¦ ημιν ɴᴀ 0%
  56. Footnote τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω ᴄᴛ
  57. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  58. Footnote διο ¦ διοτι ᴄᴛ
  59. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  60. Footnote τω ¦ — ᴄᴛ ᴘᴄᴋ
  61. Footnote μωυσεως ¦ μωσεως ʜꜰ ᴛʀ ¦ μωυσεος ᴘᴄᴋ
  62. Footnote εφ υμας ¦ — ᴄᴛ
  63. Footnote εγω εργαζομαι ¦ εργαζομαι εγω ᴄᴛ
  64. Footnote ο ¦ ω ᴘᴄᴋ ¦ εργον ω ᴀɴᴛ ᴛʀ ¦ εργον ο ᴄᴛ
  65. Footnote εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ᴀɴᴛ 20.9% ¦ αυτων ᴄᴛ 15.8%
  66. Footnote τα εθνη ¦ — ᴄᴛ
  67. Footnote ρηματα ¦ ρηματα ταυτα ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ
  68. Footnote προσλαλουντες ¦ προσλαλουντες αυτοις ᴀɴᴛ ᴄᴛ ᴛʀ
  69. Footnote αυτους επιμενειν ¦ επιμενειν αυτους ᴘᴄᴋ ¦ αυτους προσμενειν ᴀɴᴛ ᴄᴛ
  70. Footnote τε ¦ δε ᴄᴛ ᴛʀ
  71. Footnote θεου ¦ κυριου ɴᴀ ꜱʙʟ ᴛʜ
  72. Footnote του ¦ — ᴄᴛ
  73. Footnote λεγομενοις ¦ λαλουμενοις ᴄᴛ
  74. Footnote αντιλεγοντες και 79.1% ¦ — ᴄᴛ 19.3%
  75. Footnote δε ¦ τε ᴄᴛ
  76. Footnote ειπον ¦ ειπαν ᴄᴛ
  77. Footnote επειδη δε ¦ επειδη ɴᴀ ꜱʙʟ ᴡʜ
  78. Footnote εχαιρε ¦ εχαιρον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  79. Footnote εδοξαζον ¦ εδεξαντο ᴀɴᴛ
  80. Footnote κυριου ¦ θεου ᴡʜ
  81. Footnote και ¦ — ᴄᴛ
  82. Footnote τον ¦ — ᴄᴛ
  83. Footnote αυτων ¦ — ᴄᴛ
  84. Footnote δε ¦ τε ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.