Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12
James Killed and Peter Imprisoned
Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν 1Ἰωάννου 2μαχαίρᾳ. 3καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ 4αἱ ἡμέραι τῶν ἀζύμων), ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν 5ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν 6ὑπὲρ αὐτοῦ.
An Angel Frees Peter from Prison
Ὅτε δὲ 7ἔμελλεν 8αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. καὶ 9ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. εἶπέ 10τε ὁ ἄγγελος πρὸς αὐτόν, 11Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. καὶ ἐξελθὼν ἠκολούθει 12αὐτῷ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν 13ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη 14ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. καὶ ὁ Πέτρος 15γενόμενος ἐν ἑαυτῷ εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε 16Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ 17ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν 18Μαρίας τῆς μητρὸς 19Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ 20τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη. καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν 21εἶπον, Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ 22δὲ ἔλεγον, Ὁ ἄγγελος 23αὐτοῦ ἐστιν. ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ 24εἶδον αὐτὸν καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος 25αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπε 26δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι. καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς 27τὴν 28Καισάρειαν διέτριβεν.
The Death of Herod
Ἦν δὲ 29ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν 30δὲ παρῆσαν πρὸς αὐτὸν καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν 31καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς. Ὁ δὲ δῆμος ἐπεφώνει, 32Φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου. παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκε 33δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Ὁ δὲ λόγος τοῦ 34Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν 35εἰς Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, 36συμπαραλαβόντες 37καὶ 38Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.
Source notes (38)
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote μαχαιρα ¦ μαχαιρη ᴄᴛ
- Footnote και ιδων ¦ ιδων δε ᴄᴛ
- Footnote αι ¦ — ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ
- Footnote εκτενης ¦ εκτενως ᴄᴛ
- Footnote υπερ ¦ περι ᴄᴛ
- Footnote εμελλεν ¦ ημελλεν ᴄᴛ
- Footnote αυτον προαγειν ¦ προαγειν αυτον ᴘᴄᴋ ¦ προαγαγειν αυτον ɴᴀ ꜱʙʟ ¦ προσαγαγειν αυτον ᴛʜ ᴡʜ
- Footnote εξεπεσον ¦ εξεπεσαν ᴄᴛ
- Footnote τε ¦ δε ᴄᴛ
- Footnote περιζωσαι ¦ ζωσαι ᴄᴛ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote ηλθον ¦ ηλθαν ᴄᴛ
- Footnote ηνοιχθη ¦ ηνοιγη ᴄᴛ
- Footnote γενομενος εν εαυτω ¦ εν εαυτω γενομενος ᴄᴛ
- Footnote κυριος ¦ ο κυριος ꜱʙʟ ᴡʜ
- Footnote εξειλετο ¦ εξειλατο ᴄᴛ
- Footnote μαριας ¦ της μαριας ᴄᴛ
- Footnote ιωαννου ¦ ιωανου ᴡʜ
- Footnote του πετρου ¦ αυτου ᴀɴᴛ ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote δε ¦ δ ᴛʀ
- Footnote αυτου εστιν ¦ εστιν αυτου ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αυτον εξηγαγεν ¦ εξηγαγεν αυτον ᴀɴᴛ
- Footnote δε ¦ τε ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote ο ηρωδης ¦ ηρωδης ᴀɴᴛ ¦ — ᴄᴛ
- Footnote δε ¦ τε ᴀɴᴛ ᴘᴄᴋ
- Footnote και ¦ — ᴡʜ
- Footnote φωνη θεου ¦ θεου φωνη ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote δοξαν ¦ την δοξαν ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote θεου ¦ κυριου ᴡʜ
- Footnote εις ιερουσαλημ 58.4% ¦ εξ ιερουσαλημ εις αντιοχειαν ᴍꜱꜱ 12.6% ¦ απο ιερουσαλημ ᴍꜱꜱ 11.1% ¦ απο ιερουσαλημ εις αντιοχειαν ᴍꜱꜱ 8.6% ¦ εις αντιοχειαν ᴘᴄᴋ 4.9% ¦ εξ ιερουσαλημ ᴀɴᴛ ᴛʀ 3.3%
- Footnote συμπαραλαβοντες ¦ συνπαραλαβοντες ᴛʜ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.