Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11
Peter Reports to the Church in Jerusalem
Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 1καὶ ὅτε ἀνέβη Πέτρος εἰς 2Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι 3Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. ἀρξάμενος δὲ 4ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. ἤκουσα 5δὲ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. εἶπον δέ, Μηδαμῶς, Κύριε, ὅτι 6πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δέ 7μοι 8φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ 9πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ 10ἤμην, ἀπεσταλμένοι ἀπὸ 11Καισαρείας πρός με. εἶπε δέ 12μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς μηδὲν 13διακρινόμενον. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. ἀπήγγειλέ 14τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα 15αὐτῷ, Ἀπόστειλον εἰς Ἰόππην 16ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. ἐμνήσθην δὲ τοῦ ῥήματος 17Κυρίου ὡς 18ἔλεγεν, 19Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν 20Χριστόν, ἐγὼ 21δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ 22ἐδόξαζον τὸν Θεὸν λέγοντες, Ἄρα 23γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν 24ἔδωκεν εἰς ζωήν.
The Church in Antioch
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες 25εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν 26πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. καὶ ἦν χεὶρ Κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς 27πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς 28ἐν 29Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν 30διελθεῖν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν 31χάριν τοῦ Θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν 32τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. ἐξῆλθε δὲ εἰς Ταρσὸν 33ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν 34αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ 35αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι 36τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε 37πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος 38ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν 39μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην 40(ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου 41Καίσαρος). τῶν δὲ μαθητῶν καθὼς 42εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Source notes (42)
- Footnote και οτε 87.8% ¦ οτε δε ᴄᴛ 7.4%
- Footnote ιεροσολυμα ¦ ιερουσαλημ ᴄᴛ
- Footnote προς ανδρας ακροβυστιαν εχοντας εισηλθες και συνεφαγες ¦ εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ¦ εισηλθε προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote δε ¦ δε και ᴄᴛ
- Footnote παν ¦ — ᴄᴛ
- Footnote μοι ¦ — ᴄᴛ
- Footnote φωνη εκ δευτερου ¦ εκ δευτερου φωνη ᴘᴄᴋ ᴡʜ
- Footnote παλιν ανεσπασθη ¦ ανεσπασθη παλιν ᴄᴛ
- Footnote ημην ¦ ημεν ᴄᴛ
- Footnote καισαρειας ¦ καισαριας ᴡʜ
- Footnote μοι το πνευμα ¦ το πνευμα μοι ᴄᴛ
- Footnote διακρινομενον ¦ διακριναντα ᴄᴛ
- Footnote τε ¦ δε ᴄᴛ ᴘᴄᴋ
- Footnote αυτω ¦ — ᴄᴛ
- Footnote ανδρας ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote κυριου ¦ του κυριου ᴄᴛ ᴘᴄᴋ
- Footnote ελεγεν ¦ ελεγεν οτι ᴘᴄᴋ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote χριστον ¦ — ᴘᴄᴋ
- Footnote δε ¦ — ᴄᴛ ᴘᴄᴋ
- Footnote εδοξαζον ¦ εδοξασαν ᴄᴛ
- Footnote γε ¦ — ᴄᴛ
- Footnote εδωκεν εις ζωην ¦ εις ζωην εδωκεν ᴄᴛ
- Footnote εισελθοντες ¦ ελθοντες ᴄᴛ
- Footnote προς ¦ και προς ᴄᴛ
- Footnote πιστευσας ¦ ο πιστευσας ᴄᴛ
- Footnote εν ¦ ουσης εν ᴄᴛ
- Footnote ιεροσολυμοις ¦ ιερουσαλημ ᴄᴛ
- Footnote διελθειν ¦ — ᴄᴛ
- Footnote χαριν ¦ χαριν την ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τω ¦ εν τω ᴡʜ
- Footnote ο βαρναβας ¦ — ᴄᴛ
- Footnote αυτον ηγαγεν αυτον ¦ ηγαγεν αυτον ʜꜰ ʀᴘ ¦ ηγαγεν ᴄᴛ ᴘᴄᴋ
- Footnote αυτους ¦ αυτοις και ᴄᴛ
- Footnote τη ¦ εν τη ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote πρωτον ¦ πρωτως ᴄᴛ
- Footnote εσημανε ¦ εσημαινε ᴡʜ
- Footnote μεγαν ¦ μεγαλην ᴄᴛ
- Footnote οστις και ¦ ητις ᴄᴛ
- Footnote καισαρος ¦ — ᴄᴛ
- Footnote ευπορειτο ¦ ηυπορειτο ᴀɴᴛ ᴛʀ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.