Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10
Cornelius’ Vision
Ἀνὴρ δέ τις 1ἦν ἐν 2Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ 3σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν 4τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ 5ὥραν 6ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον 7ἐνώπιον τοῦ Θεοῦ. καὶ νῦν πέμψον 8εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι 9Σίμωνα 10τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ 11θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν 12τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν 13αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος 14αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Peter’s Vision
Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων 15ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ 16ἐκείνων 17ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον 18ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς 19δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα 20τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν 21ἢ ἀκάθαρτον. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ 22πάλιν 23ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, 24καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι 25ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν 26Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες 27ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. τοῦ δὲ Πέτρου 28διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν 29αὐτῷ τὸ Πνεῦμα, Ἰδού, 30ἄνδρες 31ζητοῦσί σε. 32ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, 33διότι ἐγὼ ἀπέσταλκα αὐτούς. καταβὰς δὲ Πέτρος πρὸς τοὺς 34ἄνδρας εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε; οἱ δὲ 35εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου 36ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.
Τῇ δὲ ἐπαύριον 37ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ 38Ἰόππης 39συνῆλθον αὐτῷ. 40καὶ τῇ ἐπαύριον 41εἰσῆλθον εἰς τὴν 42Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς 43συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. ὡς δὲ ἐγένετο 44τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. ὁ δὲ Πέτρος 45αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· 46κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε καὶ εὑρίσκει συνεληλυθότας πολλούς, ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· 47καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· διὸ καὶ 48ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.
Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην 49νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ καὶ φησί, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· 50ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ 51Θεοῦ.
Peter Preaches to Cornelius’ Household
Ἀνοίξας δὲ Πέτρος τὸ 52στόμα εἶπεν, Ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι 53προσωπολήπτης ὁ Θεός, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. τὸν λόγον 54ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ (οὗτός ἐστι πάντων Κύριος) ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, 55ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν 56Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ 57Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ. καὶ ἡμεῖς 58ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ 59ἐν Ἱερουσαλήμ· ὃν 60καὶ 61ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι 62αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
The Holy Spirit Falls upon the Gentiles
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ 63ὅσοι 64συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ 65Ἁγίου Πνεύματος ἐκκέχυται. ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. τότε ἀπεκρίθη 66ὁ Πέτρος, Μήτι τὸ ὕδωρ 67κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον 68καθὼς καὶ ἡμεῖς; προσέταξέ 69τε αὐτοὺς 70βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Source notes (70)
- Footnote ην ¦ — ᴀɴᴛ ᴄᴛ
- Footnote καισαρεια ¦ καισαρια ᴡʜ
- Footnote σπειρης ¦ σπειρας ᴘᴄᴋ
- Footnote τε ¦ — ᴄᴛ
- Footnote ωραν ¦ περι ωραν ᴄᴛ
- Footnote ενατην ¦ εννατην ᴛʀ
- Footnote ενωπιον ¦ εμπροσθεν ᴄᴛ
- Footnote εις ιοππην ανδρας ¦ ανδρας εις ιοππην ᴄᴛ
- Footnote σιμωνα ¦ σιμωνα τινα ᴄᴛ
- Footnote τον επικαλουμενον πετρον ¦ ος επικαλειται πετρος ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote θαλασσαν ¦ θαλασσαν ουτος λαλησει σοι τι σε δει ποιειν ᴛʀ
- Footnote τω κορνηλιω ¦ αυτω ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote αυτοις απαντα ¦ απαντα αυτοις ᴄᴛ
- Footnote εκεινων ¦ αυτων ɴᴀ
- Footnote εκεινων ¦ αυτων ᴄᴛ
- Footnote επεπεσεν 78.6% ¦ εγενετο ᴄᴛ 10.9% ¦ επεσεν ᴍꜱꜱ 10.3%
- Footnote επ αυτον ¦ — ᴄᴛ
- Footnote δεδεμενον και 88.6% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 4.2%
- Footnote της γης και τα θηρια και τα ερπετα και τα 79.3% ¦ και τα θηρια και τα ερπετα της γης και τα ᴍꜱꜱ 6.3% ¦ και ερπετα της γης και ᴄᴛ 1.5%
- Footnote η ¦ και ᴄᴛ
- Footnote παλιν ¦ ευθυς ᴄᴛ
- Footnote ανεληφθη ¦ ανελημφθη ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote απο ¦ υπο ᴄᴛ ᴘᴄᴋ
- Footnote σιμωνος ¦ του σιμωνος ᴄᴛ
- Footnote επυνθανοντο ¦ επυθοντο ᴡʜ
- Footnote διενθυμουμενου ¦ ενθυμουμενου ᴛʀ
- Footnote αυτω το πνευμα 95.8% ¦ το πνευμα αυτω ᴛʜ 3.8% ¦ το πνευμα ᴡʜ 0.2%
- Footnote ανδρες ¦ ανδρες τρεις ᴀɴᴛ ɴᴀ ᴛʜ ᴛʀ ¦ ανδρες δυο ᴡʜ
- Footnote ζητουσι ¦ ζητουντες ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αλλα ¦ αλλ ɴᴀ
- Footnote διοτι ¦ οτι ᴄᴛ
- Footnote ανδρας ¦ ανδρας τους απεσταλμενους απο του κορνηλιου προς αυτον ᴛʀ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote αγιου ¦ — ᴘᴄᴋ
- Footnote ο πετρος ¦ αναστας ᴀɴᴛ ᴄᴛ
- Footnote ιοππης ¦ της ιοππης ᴀɴᴛ ᴛʀ
- Footnote συνηλθον ¦ συνηλθαν ᴡʜ
- Footnote και τη ¦ τη δε ᴄᴛ
- Footnote εισηλθον ¦ εισηλθεν ɴᴀ ꜱʙʟ ᴡʜ ¦ εισηλθαν ᴛʜ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote συγκαλεσαμενος ¦ συνκαλεσαμενος ᴡʜ
- Footnote του εισελθειν 70.4% ¦ του ελθειν ᴍꜱꜱ 11.4% ¦ εισελθειν ᴛʀ 8.1%
- Footnote αυτον ηγειρε ¦ ηγειρεν αυτον ᴄᴛ ʜꜰ ᴘᴄᴋ
- Footnote καγω ¦ και εγω ᴄᴛ
- Footnote και εμοι ¦ καμοι ᴄᴛ
- Footnote αναντιρρητως ¦ αναντιρητως ᴡʜ
- Footnote νηστευων και την ενατην (εννατην ᴛʀ) ωραν 93.1% ¦ την ενατην ᴄᴛ 3.3%
- Footnote ος παραγενομενος λαλησει σοι 93.6% ¦ — ᴄᴛ 4.6%
- Footnote θεου ¦ κυριου ᴄᴛ
- Footnote στομα ¦ στομα αυτου ᴀɴᴛ
- Footnote προσωποληπτης ¦ προσωπολημπτης ᴄᴛ
- Footnote ον ¦ — ᴡʜ
- Footnote αρξαμενον ¦ αρξαμενος ᴄᴛ
- Footnote ιωαννης ¦ ιωανης ᴡʜ
- Footnote ναζαρετ ¦ ναζαρεθ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
- Footnote εσμεν ¦ — ᴄᴛ
- Footnote εν ¦ — ꜱʙʟ ᴡʜ
- Footnote και ¦ — ᴛʀ
- Footnote ανειλον ¦ ανειλαν ᴄᴛ
- Footnote αυτος ¦ ουτος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote οσοι ¦ οι ᴡʜ
- Footnote συνηλθον ¦ συνηλθαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αγιου πνευματος ¦ πνευματος του αγιου ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote κωλυσαι δυναται τις 86.1% ¦ δυναται τις κωλυσαι ᴍꜱꜱ 7.1% ¦ δυναται κωλυσαι τις ᴄᴛ 3.2%
- Footnote καθως ¦ ως ᴄᴛ ᴘᴄᴋ
- Footnote τε ¦ δε ᴄᴛ
- Footnote βαπτισθηναι εν τω ονοματι του κυριου ¦ βαπτισθηναι εν τω ονοματι του κυριου ιησου ᴘᴄᴋ ¦ εν τω ονοματι ιησου χριστου βαπτισθηναι ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.