Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9
The Conversion of Saul
Ὁ δὲ Σαῦλος ἔτι 1ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, 2καὶ ἐξαίφνης 3περιήστραψεν αὐτὸν φῶς 4ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; εἶπε δέ, Τίς εἶ, Κύριε; ὁ δὲ 5Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ 6διώκεις· ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι 7τί σε δεῖ ποιεῖν. οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ 8εἱστήκεισαν 9ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. ἠγέρθη δὲ 10ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων 11τε τῶν ὀφθαλμῶν αὐτοῦ 12οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν 13ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. ὁ δὲ Κύριος πρὸς αὐτόν, 14Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται καὶ εἶδεν 15ἐν ὁράματι ἄνδρα 16ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ 17χεῖρα ὅπως ἀναβλέψῃ. ἀπεκρίθη δὲ 18Ἀνανίας, Κύριε, 19ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ 20ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς 21μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον 22ἐθνῶν 23καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, 24ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. καὶ εὐθέως 25ἀπέπεσον 26ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ 27ὡσεὶ λεπίδες, ἀνέβλεψέ 28τε καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν 29ἐνίσχυσεν.
Saul Preaches Christ in Damascus
Ἐγένετο δὲ 30ὁ Σαῦλος μετὰ τῶν 31ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν 32Χριστὸν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο 33ἐλήλυθεν ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ 34συνέχυνε 35τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ 36συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Saul Escapes Death
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. 37παρετήρουν τε 38τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι· λαβόντες δὲ 39αὐτὸν οἱ μαθηταὶ νυκτὸς 40καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν 41σπυρίδι.
Saul in Jerusalem
Παραγενόμενος δὲ 42ὁ Σαῦλος 43ἐν Ἱερουσαλὴμ 44ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς, καὶ πάντες ἐφοβοῦντο αὐτὸν μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι 45τοῦ Ἰησοῦ. καὶ ἦν μετ᾽ αὐτῶν 46εἰσπορευόμενος 47εἰς Ἱερουσαλὴμ 48καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ 49Κυρίου Ἰησοῦ, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν 50αὐτὸν ἀνελεῖν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς 51Καισάρειαν καὶ ἐξαπέστειλαν 52αὐτὸν εἰς Ταρσόν. 53
Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ 54Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
Peter Heals Aeneas
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας 55Λύδδαν. εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα 56Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ 57κραββάτῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς 58ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. καὶ 59εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες 60Λύδδαν καὶ τὸν 61Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Peter Raises Dorcas
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι 62Ταβιθά (ἣ διερμηνευομένη λέγεται Δορκάς)· αὕτη ἦν πλήρης 63ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ 64αὐτὴν ἔθηκαν ἐν 65ὑπερῴῳ. ἐγγὺς δὲ οὔσης 66Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ 67ἀπέστειλαν πρὸς αὐτὸν παρακαλοῦντες μὴ 68ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος 69θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε, 70Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης 71τῆς Ἰόππης, καὶ 72πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. ἐγένετο δὲ 73ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Source notes (73)
- Footnote εμπνεων ¦ ενπνεων ᴡʜ
- Footnote και εξαιφνης ¦ εξαιφνης τε ɴᴀ ꜱʙʟ ¦ εξεφνης τε ᴛʜ ᴡʜ
- Footnote περιηστραψεν αυτον ¦ αυτον περιηστραψε ᴄᴛ ¦ περιεστραψεν αυτον ᴇʟᴢ*
- Footnote απο ¦ εκ ᴄᴛ
- Footnote κυριος ειπεν ¦ — ᴄᴛ
- Footnote διωκεις 6 αλλα ¦ διωκεις 6 αλλ ɴᴀ ¦ διωκεις σκληρον σοι προς κεντρα λακτιζειν 6 τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον ᴛʀ
- Footnote τι ¦ οτι ɴᴀ ¦ ο τι ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ
- Footnote ενεοι ¦ εννεοι ᴛʀ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote τε ¦ δε ᴄᴛ ᴛʀ
- Footnote ουδενα ¦ ουδεν ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ο κυριος εν οραματι ¦ εν οραματι ο κυριος ᴄᴛ
- Footnote αναστας ¦ αναστα ᴡʜ
- Footnote εν οραματι ανδρα ¦ ανδρα ɴᴀ ¦ ανδρα εν οραματι ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ονοματι ανανιαν ¦ ανανιαν ονοματι ᴄᴛ ᴘᴄᴋ
- Footnote χειρα ¦ χειρας ɴᴀ ꜱʙʟ ᴛʜ ¦ τας χειρας ᴡʜ
- Footnote ανανιας ¦ ο ανανιας ᴛʀ
- Footnote ακηκοα ¦ ηκουσα ᴄᴛ
- Footnote εποιησε τοις αγιοις σου ¦ τοις αγιοις σου εποιησεν ᴄᴛ
- Footnote μοι εστιν ¦ εστι μοι ᴄᴛ
- Footnote εθνων ¦ των εθνων ᴡʜ
- Footnote και ¦ τε και ᴄᴛ
- Footnote ο ¦ ιησους ο ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote απεπεσον ¦ απεπεσαν ᴄᴛ
- Footnote απο των οφθαλμων αυτου ¦ αυτου απο των οφθαλμων ᴄᴛ
- Footnote ωσει ¦ ως ᴄᴛ
- Footnote τε ¦ τε παραχρημα ᴘᴄᴋ ᴛʀ
- Footnote ενισχυσεν ¦ ενισχυθη ᴡʜ
- Footnote ο σαυλος ¦ — ᴄᴛ
- Footnote οντων ¦ — ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote χριστον ¦ ιησουν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote εληλυθεν ¦ εληλυθει ᴄᴛ ᴛʀ
- Footnote συνεχυνε ¦ συνεχυννε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote τους ¦ — ᴡʜ
- Footnote συμβιβαζων ¦ συνβιβαζων ᴡʜ
- Footnote παρετηρουν τε ¦ παρετηρουντο δε και ᴄᴛ
- Footnote τας ¦ τα ꜱᴛ*
- Footnote αυτον οι μαθηται 86.6% ¦ οι μαθηται αυτου ᴄᴛ 2.1%
- Footnote καθηκαν δια του τειχους ¦ δια του τειχους καθηκαν αυτον ᴄᴛ
- Footnote σπυριδι ¦ σφυριδι ᴡʜ
- Footnote ο σαυλος ¦ — ᴄᴛ
- Footnote εν ¦ εις ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote επειρατο ¦ επειραζε ᴄᴛ
- Footnote του ιησου ¦ του κυριου ιησου ᴘᴄᴋ ¦ ιησου ᴡʜ
- Footnote εισπορευομενος ¦ εισπορευομενος και εκπορευομενος ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote εις ¦ εν ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote και ¦ — ᴄᴛ
- Footnote κυριου ιησου ¦ ιησου ᴘᴄᴋ ¦ κυριου ᴄᴛ
- Footnote αυτον ανελειν ¦ ανελειν αυτον ᴄᴛ ᴘᴄᴋ
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
- Footnote αυτον ¦ — ᴘᴄᴋ
- Footnote αι … εκκλησιαι … ειχον … οικοδομουμεναι … πορευομεναι … επληθυνοντο 87.6% ¦ η … εκκλησια … ειχεν … οικοδομουμενη … πορευομενη … επληθυνετο ᴄᴛ 7.8%
- Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
- Footnote λυδδαν ¦ λυδδα ᴄᴛ
- Footnote αινεαν ονοματι ¦ ονοματι αινεαν ᴄᴛ
- Footnote κραββατω ¦ κραβαττω ᴀɴᴛ ¦ κραβαττου ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ᴄᴛ
- Footnote λυδδαν ¦ λυδδα ᴄᴛ
- Footnote ασσαρωνα ¦ σαρωνα ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ ¦ σαρωναν ꜱᴛ
- Footnote ταβιθα ¦ ταβηθα ᴘᴄᴋ ʀᴘ ¦ ταβειθα ᴡʜ
- Footnote αγαθων εργων ¦ εργων αγαθων ᴄᴛ
- Footnote αυτην εθηκαν ¦ εθηκαν αυτην ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εθηκαν ᴡʜ
- Footnote υπερωω ¦ τω υπερωω ᴘᴄᴋ
- Footnote λυδδης ¦ λυδδας ᴄᴛ
- Footnote απεστειλαν ¦ απεστειλαν δυο ανδρας ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote οκνησαι διελθειν εως αυτων ¦ οκνησης διελθειν εως ημων ᴄᴛ
- Footnote θεις ¦ και θεις ᴄᴛ
- Footnote ταβιθα ¦ ταβηθα ᴘᴄᴋ ʀᴘ ¦ ταβειθα ᴡʜ
- Footnote της ¦ — ᴡʜ
- Footnote πολλοι επιστευσαν ¦ επιστευσαν πολλοι ᴄᴛ
- Footnote ημερας ικανας μειναι αυτον ¦ αυτον ημερας ικανας μειναι ᴘᴄᴋ ᴛʜ ¦ ημερας ικανας μειναι ɴᴀ ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.