Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 8
Σαῦλος δὲ ἦν συνευδοκῶν 1τῇ ἀναιρέσει αὐτοῦ.
Saul Persecutes the Church
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις, πάντες 2δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ 3Σαμαρείας πλὴν τῶν ἀποστόλων. συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ 4ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Philip Preaches the Good News in Samaria
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς 5πόλιν τῆς 6Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχόν 7τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 8πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα 9φωνῇ μεγάλῃ 10ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 11καὶ ἐγένετο 12χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Simon the Magician
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ 13ἐξιστῶν τὸ ἔθνος τῆς 14Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, ᾧ 15προσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ 16μεγάλη. προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς 17μαγείαις ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ 18τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος 19Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε 20δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.
Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ 21Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς 22τὸν Πέτρον καὶ 23Ἰωάννην, οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον· 24οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ 25Χριστοῦ Ἰησοῦ. τότε 26ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. 27θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα 28τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ 29ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον. Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα 30ἐνώπιον τοῦ Θεοῦ. μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ 31Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν 32Κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου 33ὑπέστρεψαν εἰς 34Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν 35Σαμαρειτῶν 36εὐηγγελίσαντο.
Philip Baptizes the Ethiopian Eunuch
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν. (αὕτη ἐστὶν ἔρημος.) καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης 37τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, ἦν 38τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ 39καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος 40τὸν προφήτην Ἡσαΐαν καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις 41ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη,
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·
καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ 42κείροντος αὐτὸν ἄφωνος,
οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
ἐν τῇ ταπεινώσει 43αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη·
τὴν 44δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;
ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με 45βαπτισθῆναι; καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς 46Καισάρειαν.
Source notes (46)
- Footnote τη ¦ τω ʜꜰ*
- Footnote δε ¦ τε ᴛʀ
- Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
- Footnote εποιησαντο ¦ εποιησαν ᴀɴᴛ ᴄᴛ
- Footnote πολιν ¦ την πολιν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
- Footnote τε ¦ δε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
- Footnote πολλων ¦ πολλοι ᴄᴛ
- Footnote φωνη μεγαλη ¦ μεγαλη φωνη ᴛʀ
- Footnote εξηρχετο ¦ εξηρχοντο ᴄᴛ
- Footnote και εγενετο ¦ εγενετο δε ᴄᴛ
- Footnote χαρα μεγαλη ¦ πολλη χαρα ᴄᴛ
- Footnote εξιστων ¦ εξιστανων ᴄᴛ
- Footnote σαμαρειας ¦ σαμαριας ᴡʜ
- Footnote προσειχον ¦ προσειχον παντες ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote μεγαλη 90.4% ¦ καλουμενη μεγαλη ᴄᴛ 6.6%
- Footnote μαγειαις ¦ μαγιαις ᴡʜ
- Footnote τα ¦ — ᴄᴛ
- Footnote ιησου ¦ του ιησου ᴛʀ
- Footnote δυναμεις και σημεια γινομενα ¦ σημεια και δυναμεις μεγαλας γινομενας ᴄᴛ ᴇʟᴢ ꜱᴛ
- Footnote σαμαρεια ¦ σαμαρια ᴡʜ
- Footnote τον ¦ — ᴄᴛ
- Footnote ιωαννην ¦ ιωανην ᴡʜ
- Footnote ουπω ¦ ουδεπω ᴄᴛ
- Footnote χριστου ¦ κυριου ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote επετιθουν ¦ επετιθεσαν ᴄᴛ
- Footnote θεασαμενος ¦ ιδων ᴀɴᴛ ᴄᴛ
- Footnote το αγιον 98.9% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 0.4%
- Footnote εαν ¦ αν ᴘᴄᴋ ꜱᴛ
- Footnote ενωπιον ¦ εναντιον ᴘᴄᴋ ¦ εναντι ᴄᴛ
- Footnote θεου ¦ κυριου ᴄᴛ
- Footnote κυριον ¦ θεον ᴀɴᴛ
- Footnote υπεστρεψαν ¦ υπεστρεφον ᴄᴛ
- Footnote ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ
- Footnote σαμαρειτων ¦ σαμαριτων ɴᴀ ꜱʙʟ
- Footnote ευηγγελισαντο ¦ ευηγγελιζοντο ᴄᴛ
- Footnote της ¦ — ᴄᴛ
- Footnote τε ¦ δε ᴡʜ
- Footnote και ¦ — ꜱᴄʀ
- Footnote τον προφητην ησαιαν ¦ ησαιαν τον προφητην ᴄᴛ
- Footnote οδηγηση ¦ οδηγησει ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote κειροντος ¦ κειραντος ʜꜰ ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote αυτου ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote βαπτισθηναι 86.5% ¦ βαπτισθηναι 37 ειπε δε αυτω ει πιστευεις εξ ολης της καρδιας σου εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι ιησουν χριστον ɴᴀ 6.2% ¦ βαπτισθηναι 37 ειπε δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον ᴀɴᴛ ᴛʀ 0.2% {Note: ɴᴀ encloses verse 37 with double brackets.}
- Footnote καισαρειαν ¦ καισαριαν ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.