Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7

Stephen’s Speech to the Council

Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ 1ἄρα ταῦτα οὕτως ἔχει; ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρρὰν καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ 2ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς 3γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. 4και εκειθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο 5δοῦναι αὐτῷ εἰς κατάσχεσιν 6αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. ἐλάλησε δὲ οὕτως ὁ Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. Καὶ τὸ ἔθνος ᾧ 7ἐὰν 8δουλεύσωσι κρινῶ ἐγώ, 9εἶπεν ὁ Θεός, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ 10ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ 11ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον. καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, καὶ 12ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ 13ὅλον τὸν οἶκον αὐτοῦ. ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν 14γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ 15εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα 16σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. καὶ ἐν τῷ δευτέρῳ 17ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος 18τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο 19τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν 20συγγένειαν ἐν 21ψυχαῖς ἑβδομήκοντα πέντε. 22κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, καὶ μετετέθησαν εἰς 23Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι 24ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν 25Ἐμμὸρ 26τοῦ 27Συχέμ.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας 28ἧς 29ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ ἄχρις οὗ ἀνέστη βασιλεὺς 30ἕτερος ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας 31ἡμῶν τοῦ ποιεῖν 32ἔκθετα τὰ βρέφη αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι· ἐν ᾧ καιρῷ ἐγεννήθη 33Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ 34πατρός. 35ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. καὶ ἐπαιδεύθη 36Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ 37ἐν ἔργοις.

Ὡς δὲ ἐπληροῦτο αὐτῷ 38τεσσαρακονταετὴς χρόνος, ἀνέβη 39ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ 40ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς 41αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν 42αὐτοῖς σωτηρίαν, οἱ δὲ οὐ συνῆκαν. τῇ 43τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ 44συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε 45ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο 46αὐτὸν εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ 47ἡμᾶς; μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες 48χθὲς τὸν Αἰγύπτιον; ἔφυγε δὲ 49Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

Καὶ πληρωθέντων ἐτῶν 50τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος 51Κυρίου ἐν φλογὶ πυρὸς βάτου. ὁ δὲ 52Μωσῆς ἰδὼν 53ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου 54πρὸς αὐτόν, Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ 55ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος 56Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος 57ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ 58αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, 59ἀποστελῶ σε εἰς Αἴγυπτον.

Τοῦτον τὸν 60Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς 61ἄρχοντα καὶ λυτρωτὴν 62ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν 63γῇ 64Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη 65τεσσαράκοντα. οὗτός ἐστιν 66ὁ 67Μωσῆς ὁ 68εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει 69Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς 70ἐμέ. οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο 71λόγια ζῶντα δοῦναι 72ἡμῖν· ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, 73ἀλλ᾽ ἀπώσαντο καὶ ἐστράφησαν 74τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ 75Μωσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί 76γέγονεν αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι 77

ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;

καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ

καὶ τὸ ἄστρον τοῦ Θεοῦ 78ὑμῶν 79Ῥεμφάν,

τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·

καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν 80τοῖς πατράσιν ἡμῶν 81ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ 82Μωσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· ἣν καὶ εἰσήγαγον διαδεξάμενοι 83οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν 84Δαυίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ 85Θεῷ Ἰακώβ. Σολομὼν δὲ 86ᾠκοδόμησεν αὐτῷ οἶκον. ἀλλ᾽ οὐχ ὁ ὑψίστος ἐν χειροποιήτοις 87ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,

Ὁ οὐρανός μοι θρόνος, 88

ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·

ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,

ἢ τίς τόπος τῆς καταπαύσεώς μου;

οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;

Σκληροτράχηλοι καὶ ἀπερίτμητοι 89τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς 90γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.

The Stoning of Stephen

Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς 91ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν 92ἑστῶτα τοῦ Θεοῦ. κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ 93ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς 94τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Source notes (94)
  1. Footnote αρα ¦ — ᴄᴛ
  2. Footnote εκ ¦ — ᴡʜ
  3. Footnote γην ¦ την γην ᴄᴛ
  4. Footnote και εκειθεν ¦ κακειθεν ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  5. Footnote δουναι αυτω ¦ αυτω δουναι ᴛʀ ¦ δουναι αυτην ᴘᴄᴋ
  6. Footnote αυτην ¦ αυτω ᴘᴄᴋ
  7. Footnote εαν ¦ αν ᴡʜ
  8. Footnote δουλευσωσι ¦ δουλευσουσι ꜱʙʟ ᴡʜ
  9. Footnote ειπεν ο θεος ¦ ο θεος ειπε ᴄᴛ
  10. Footnote ο ¦ — ᴄᴛ
  11. Footnote ο ¦ — ᴄᴛ
  12. Footnote εξειλετο ¦ εξειλατο ᴄᴛ
  13. Footnote ολον ¦ εφ ολον ɴᴀ
  14. Footnote γην αιγυπτου 90.2% ¦ αιγυπτον ᴄᴛ 3.9%
  15. Footnote ευρισκον ¦ ηυρισκον ɴᴀ ꜱʙʟ ᴡʜ
  16. Footnote σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον ᴄᴛ
  17. Footnote ανεγνωρισθη ¦ εγνωρισθη ᴡʜ
  18. Footnote του ιωσηφ ¦ ιωσηφ ꜱʙʟ ᴡʜ ¦ αυτου ᴛʜ
  19. Footnote τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου ᴄᴛ ᴘᴄᴋ
  20. Footnote συγγενειαν ¦ συγγενειαν αυτου ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  21. Footnote ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις ᴘᴄᴋ
  22. Footnote κατεβη δε ¦ και κατεβη ɴᴀ ꜱʙʟ ᴛʜ
  23. Footnote συχεμ ¦ σιχεμ ꜱᴄʀ
  24. Footnote ο ¦ ω ᴀɴᴛ ᴄᴛ
  25. Footnote εμμορ ¦ εμμωρ ᴄᴛ ᴘᴄᴋ ¦ εμορ ꜱᴄʀ
  26. Footnote του ¦ εν ᴄᴛ
  27. Footnote συχεμ ¦ σιχεμ ꜱᴄʀ
  28. Footnote ης ¦ ην ᴀɴᴛ
  29. Footnote ωμοσεν 96.3% ¦ ωμολογησεν ᴄᴛ 2.2%
  30. Footnote ετερος ¦ ετερος επ αιγυπτον ᴄᴛ
  31. Footnote ημων ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ
  32. Footnote εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα ᴄᴛ
  33. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  34. Footnote πατρος ¦ πατρος αυτου ᴀɴᴛ ᴛʀ
  35. Footnote εκτεθεντα δε αυτον ανειλετο αυτον ¦ εκτεθεντα δε αυτον ανειλετο ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον ᴄᴛ
  36. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  37. Footnote εν εργοις ¦ εργοις ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ εργοις αυτου ᴄᴛ
  38. Footnote τεσσαρακονταετης ¦ τεσσερακονταετης ᴄᴛ
  39. Footnote επι ¦ εις ᴀɴᴛ
  40. Footnote εποιησεν ¦ εποιησατο ᴀɴᴛ
  41. Footnote αυτου ¦ — ꜱʙʟ ᴡʜ
  42. Footnote αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις ᴄᴛ
  43. Footnote τε ¦ δε ᴇʟᴢ ꜱᴄʀ
  44. Footnote συνηλασεν ¦ συνηλλασσεν ᴄᴛ
  45. Footnote υμεις ¦ — ᴄᴛ
  46. Footnote αυτον ¦ τουτον ᴘᴄᴋ
  47. Footnote ημας ¦ ημων ᴀɴᴛ ᴄᴛ
  48. Footnote χθες ¦ εχθες ᴄᴛ
  49. Footnote μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  50. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
  51. Footnote κυριου ¦ — ᴄᴛ
  52. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ
  53. Footnote εθαυμαζε ¦ εθαυμασε ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ
  54. Footnote προς αυτον ¦ — ᴄᴛ
  55. Footnote ο θεος ισαακ και ο θεος ¦ ισαακ και ᴄᴛ
  56. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  57. Footnote εν ¦ εφ ᴄᴛ
  58. Footnote αυτων ¦ αυτου ꜱʙʟ ᴡʜ
  59. Footnote αποστελω ¦ αποστειλω ᴄᴛ
  60. Footnote μωσην ¦ μωυσην ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  61. Footnote αρχοντα ¦ αρχηγον ᴘᴄᴋ ¦ και αρχοντα ɴᴀ ꜱʙʟ ᴡʜ
  62. Footnote απεστειλεν εν ¦ απεσταλκε συν ᴄᴛ
  63. Footnote γη ¦ τη ᴡʜ
  64. Footnote αιγυπτω ¦ αιγυπτου ᴛʀ
  65. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ
  66. Footnote ο ¦ — ᴘᴄᴋ
  67. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
  68. Footnote ειπων ¦ ειπας ᴄᴛ
  69. Footnote κυριος ο θεος υμων ¦ κυριος ο θεος ημων ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ ο θεος ᴄᴛ
  70. Footnote εμε ¦ εμε αυτου ακουσεσθε ᴀɴᴛ ᴛʀ
  71. Footnote λογια ¦ λογον ʀᴘ
  72. Footnote ημιν ¦ υμιν ᴡʜ
  73. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  74. Footnote τη καρδια ¦ ταις καρδιαις ᴛʀ ¦ εν ταις καρδιαις ᴄᴛ
  75. Footnote μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  76. Footnote γεγονεν ¦ εγενετο ᴄᴛ
  77. Footnote ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα ᴘᴄᴋ ¦ ετη τεσσερακοντα εν τη ερημω ᴄᴛ
  78. Footnote υμων ¦ — ꜱʙʟ ᴡʜ
  79. Footnote ρεμφαν ¦ ρεφαν ᴛʜ ᴛʀ ¦ ρεφφαν ᴘᴄᴋ ¦ ραιφαν ɴᴀ ꜱʙʟ ¦ ρομφα ᴡʜ
  80. Footnote τοις ¦ εν τοις ᴇʟᴢ ꜱᴛ
  81. Footnote εν ¦ — ꜱᴛ*
  82. Footnote μωση ¦ μωυση ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ
  83. Footnote οι ¦ εν οι ꜱᴛ*
  84. Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
  85. Footnote θεω ¦ οικω ɴᴀ
  86. Footnote ωκοδομησεν ¦ οικοδομησεν ɴᴀ ꜱʙʟ ᴡʜ
  87. Footnote ναοις ¦ — ᴄᴛ
  88. Footnote η δε ¦ και η ᴡʜ
  89. Footnote τη καρδια ¦ καρδιαις ɴᴀ ꜱʙʟ ᴡʜ ¦ ταις καρδιαις υμων ᴛʜ
  90. Footnote γεγενησθε ¦ εγενεσθε ᴄᴛ
  91. Footnote ανεωγμενους ¦ διηνοιγμενους ᴄᴛ
  92. Footnote εστωτα του θεου ¦ του θεου εστωτα ᴀɴᴛ
  93. Footnote ιματια ¦ ιματια αυτων ᴀɴᴛ ᴄᴛ ᴛʀ
  94. Footnote την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.