Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6
Seven Chosen to Serve
Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν 1εἶπον, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. ἐπισκέψασθε 2οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος 3Ἁγίου καὶ σοφίας, οὓς 4καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα 5πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
The Arrest of Stephen
Στέφανος δὲ πλήρης 6πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας 7συζητοῦντες τῷ Στεφάνῳ. καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς 8Μωϋσῆν καὶ τὸν Θεόν. 9συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται 10ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ 11ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν 12Μωϋσῆς. καὶ ἀτενίσαντες εἰς αὐτὸν 13ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ 14εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Source notes (14)
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote ουν ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote αγιου ¦ — ᴄᴛ
- Footnote καταστησομεν ¦ καταστησωμεν ᴇʟᴢ ʜꜰ ʀᴘ
- Footnote πληρη ¦ πληρης ꜱʙʟ ᴛʜ ᴡʜ ʜꜰ ʀᴘ
- Footnote πιστεως 78.4% ¦ χαριτος ᴄᴛ 19.8%
- Footnote συζητουντες ¦ συνζητουντες ᴛʜ ᴡʜ
- Footnote μωυσην ¦ μωσην ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote συνεκινησαν ¦ συνεκεινησαν ᴛʜ
- Footnote ρηματα βλασφημα λαλων ¦ λαλων ρηματα ᴄᴛ
- Footnote αγιου ¦ αγιου τουτου ɴᴀ ᴛʀ ᴡʜ
- Footnote μωυσης ¦ μωσης ʜꜰ ᴘᴄᴋ ʀᴘ
- Footnote απαντες ¦ παντες ᴄᴛ
- Footnote ειδον ¦ ειδαν ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.