Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 3

Καὶ εἰσῆλθεν πάλιν εἰς 1⸋τὴν⸌ συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα 2⸂κατηγορήσωσιν⸃ αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ 3⸂ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,⸃ 4⸂2Ἔγειραι⸃ εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν 5⸂ἀγαθοποιῆσαι,⸃ ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά 6⸋σου.⸌ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ 7⸋2ὑγιὴς ὡς ἡ ἄλλη.⸌ Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι 8⸂εὐθέως⸃ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον 9⸂2ἐποίουν⸃ κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Καὶ ὁ Ἰησοῦς 10⸉ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ⸊ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας 11⸂ἠκολούθησαν⸃ 12⸋αὐτῷ,⸌ καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, 13⸂καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα,⸃ πλῆθος πολύ, 14⸂2ἀκούσαντες⸃ ὅσα 15⸂3ἐποίει,⸃ ἦλθον πρὸς αὐτόν. Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν 16⸂ἐθεώρει, προσέπιπτεν⸃ αὐτῷ, καὶ 17⸂2ἔκραζεν,⸃ 18⸂3λέγοντα⸃ ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ 19⸉φανερὸν αὐτὸν⸊ 20⸂ποιήσωσιν.⸃

Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησεν δώδεκα, 21⸆ ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν 22⸋θεραπεύειν τὰς νόσους, καὶ⸌ ἐκβάλλειν τὰ δαιμόνια· 23⸆ καὶ ἐπέθηκεν 24⸉τῷ Σίμωνι ὄνομα⸊ Πέτρον· καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς 25⸂ὀνόματα⸃ Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.

Καὶ 26⸂ἔρχονται⸃ εἰς οἶκον· καὶ συνέρχεται πάλιν 27⸆ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς 28⸂μήτε⸃ ἄρτον φαγεῖν. Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ 29⸂δύναται⸃ 30⸂2σταθῆναι ἡ οἰκία ἐκείνη.⸃ Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ 31⸂μεμέρισται,⸃ οὐ δύναται 32⸂2σταθῆναι,⸃ ἀλλὰ τέλος ἔχει. 33⸆ 34⸂Οὐδεὶς δύναται⸃ 35⸉τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν⸊ αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ 36⸂2διαρπάσῃ.⸃ Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται 37⸉τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,⸊ καὶ 38⸆ βλασφημίαι 39⸂ὅσας ἂν⸃ βλασφημήσωσιν· ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου 40⸂κρίσεως.⸃ Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει. 41

⸂Ἔρχονται οὖν⸃ 42⸂2οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,⸃ καὶ ἔξω 43⸂3ἑστῶτες⸃ ἀπέστειλαν πρὸς αὐτόν, 44⸂4φωνοῦντες⸃ αὐτόν. Καὶ ἐκάθητο 45⸉ὄχλος περὶ αὐτόν·⸊ 46⸂εἶπον δὲ⸃ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου 47⸋καὶ αἱ ἀδελφαί σου⸌ ἔξω ζητοῦσίν σε. Καὶ 48⸂ἀπεκρίθη αὐτοῖς λέγων,⸃ Τίς ἐστιν ἡ μήτηρ μου 49⸂2ἢ⸃ οἱ ἀδελφοί 50⸋μου;⸌ Καὶ περιβλεψάμενος 51⸉κύκλῳ τοὺς περὶ αὐτὸν⸊ καθημένους, λέγει, 52⸂Ἴδε,⸃ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὃς 53⸋γὰρ⸌ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή 54⸋2μου⸌ καὶ μήτηρ 55⸆ ἐστίν.

Source notes (55)
  1. Footnote * ⸋ τὴν RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL
  2. Footnote * ⸂ κατηγορήσωσιν RP f 35 TR WH NA NIV SBL ¦ κατηγορήσουσιν TNT2
  3. Footnote * ⸂ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP f 35 TR ¦ τὴν χεῖρα ἔχοντι ξηράν TNT2 WH NA25 SBL ¦ τὴν ξηράν χεῖρα ἔχοντι NA27+28 NIV
  4. Footnote * ⸂2 Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἀγαθοποιῆσαι RP f 35 TR TNT2 WH SBL ¦ ἀγαθὸν ποιῆσαι NA NIV
  6. Footnote * ⸋ σου RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL
  7. Footnote * ⸋2 ὑγιὴς ὡς ἡ ἄλλη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂2 ἐποίουν RP f 35 TR ¦ ἐδίδουν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸉ ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ RP f 35 ¦ ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ TR ¦ μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ ἠκολούθησαν RP TR ¦ ἠκολούθησεν f 35 TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα RP f 35 TR ¦ καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα TNT2 WH NA NIV11 SBL ¦ καὶ οἱ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα NIV73
  14. Footnote * ⸂2 ἀκούσαντες RP f 35 TR ¦ ἀκούοντες TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂3 ἐποίει RP f 35 TR NA27+28 NIV SBL ¦ ποιεῖ TNT2 WH NA25
  16. Footnote * ⸂ ἐθεώρει προσέπιπτεν RP f 35 TR ¦ ἐθεώρουν προσέπιπτον TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂2 ἔκραζεν RP f 35 ¦ ἔκραζε TR ¦ ἔκραζον TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂3 λέγοντα RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγοντες NA27+28 NIV
  19. Footnote * ⸉ φανερὸν αὐτὸν RP f 35 ¦ αὐτὸν φανερὸν TR TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ποιήσωσιν RP f 35 WH NA NIV SBL ¦ ποιήσωσι TR ¦ ποιῶσιν TNT2
  21. Footnote * ⸆ – RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NA27+28 NIV73
  22. Footnote * ⸋ θεραπεύειν τὰς νόσους, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ καὶ ἐποίησεν τοὺς δώδεκα WH NA NIV SBL
  24. Footnote * ⸉ τῷ Σίμωνι ὄνομα RP f 35 TR ¦ ὄνομα τῷ Σίμωνι TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ ὀνόματα RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ ὄνομα WH NA25 NIV11
  26. Footnote * ⸂ ἔρχονται RP f 35 TR TNT2 ¦ ἔρχεται WH NA NIV SBL
  27. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ μήτε RP TR ¦ μηδὲ f 35 TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ δύναται RP f 35 TR ¦ δυνήσεται TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂2 σταθῆναι ἡ οἰκία ἐκείνη RP f 35 TR ¦ ἡ οἰκία ἐκείνη στῆναι TNT2 WH NA25 ¦ ἡ οἰκία ἐκείνη σταθῆναι NA27+28 NIV SBL
  31. Footnote * ⸂ μεμέρισται RP f 35 TR TNT2 ¦ ἐμερίσθη WH NA NIV SBL
  32. Footnote * ⸂2 σταθῆναι RP f 35 TR ¦ στῆναι TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR ¦ Ἀλλ᾽ TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ Οὐδεὶς δύναται RP f 35 TNT2 SBL ¦ Οὐ δύναται οὐδεὶς TR WH NA NIV
  35. Footnote * ⸉ τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν RP f 35 TR ¦ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂2 διαρπάσῃ RP f 35 ¦ διαρπάσει TR TNT2 WH NA NIV SBL
  37. Footnote * ⸉ τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων RP f 35 TR ¦ τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα TNT2 WH NA NIV SBL
  38. Footnote * ⸆ – RP f 35 TR ¦ αἱ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ ὅσας ἂν RP f 35 TR ¦ ὅσα ἐὰν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ κρίσεως RP f 35 TR ¦ ἁμαρτήματος TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ Ἔρχονται οὖν RP f 35 TR ¦ Καὶ ἔρχονται TNT2 WH NA25 SBL ¦ Καὶ ἔρχεται NA27+28 NIV
  42. Footnote * ⸂2 οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP f 35 TR ¦ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂3 ἑστῶτες RP f 35 TR ¦ στήκοντες TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂4 φωνοῦντες RP f 35 TR ¦ καλοῦντες TNT2 WH NA NIV SBL
  45. Footnote * ⸉ ὄχλος περὶ αὐτόν RP f 35 TR ¦ περὶ αὐτὸν ὄχλος TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ εἶπον δὲ RP f 35 TR ¦ καὶ λέγουσιν TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ καὶ αἱ ἀδελφαί σου RP f 35 NA ¦ – TR TNT2 WH NIV SBL
  48. Footnote * ⸂ ἀπεκρίθη αὐτοῖς λέγων RP f 35 TR ¦ ἀποκριθεὶς αὐτοῖς λέγει TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂2 ἢ RP f 35 TR SBL ¦ καὶ TNT2 WH NA NIV
  50. Footnote * ⸋ μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  51. Footnote * ⸉ κύκλῳ τοὺς περὶ αὐτὸν RP f 35 TR ¦ τοὺς περὶ αὐτὸν κύκλῳ TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ Ἴδε RP TR TNT2 WH NA NIV SBL ¦ Ἰδοὺ f 35
  53. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
  54. Footnote * ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ μου f 35

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.