Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 2

Καὶ 1⸂εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη⸃ ὅτι 2⸂2εἰς οἶκόν⸃ ἐστιν. Καὶ 3⸋εὐθέως⸌ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται 4⸉πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι 5⸂προσεγγίσαι⸃ αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον 6⸂2ἐφ᾽ ᾧ⸃ ὁ παραλυτικὸς κατέκειτο. 7⸂Ἰδὼν δὲ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, 8⸂2ἀφέωνταί⸃ 9⸋σοι⸌ 10⸉αἱ ἁμαρτίαι σου.⸊ Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 11⸂Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός; Καὶ 12⸂εὐθέως⸃ ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως 13⸋αὐτοὶ⸌ διαλογίζονται ἐν ἑαυτοῖς, 14⸂2εἶπεν⸃ αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, 15⸂Ἀφέωνταί⸃ 16⸂2σου⸃ αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, 17⸂3Ἔγειραι,⸃ καὶ ἆρόν 18⸉σου τὸν κράββατον,⸊ καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου 19⸉ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ— Σοὶ λέγω, 20⸂ἔγειραι⸃ 21⸋καὶ⸌ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη 22⸂εὐθέως, καὶ⸃ ἄρας τὸν κράββατον, ἐξῆλθεν 23⸂2ἐναντίον⸃ πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι 24⸉Οὐδέποτε οὕτως⸊ εἴδομεν.

Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ 25⸂ἐγένετο⸃ 26⸋ἐν τῷ⸌ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ 27⸂2ἠκολούθησαν⸃ αὐτῷ. Καὶ οἱ γραμματεῖς 28⸂καὶ οἱ Φαρισαῖοι,⸃ 29⸆ 30⸂2ἰδόντες αὐτὸν ἐσθίοντα⸃ μετὰ τῶν 31⸉τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, 32⸋Τί⸌ ὅτι μετὰ τῶν 33⸂3τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ἐσθίει 34⸋2καὶ πίνει;⸌ Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς, 35⸆ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς 36⸋εἰς μετάνοιαν.⸌

Καὶ ἦσαν 37⸂οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων⸃ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ 38⸆ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον 39⸉μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν· ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν 40⸂ἐκείναις ταῖς ἡμέραις.⸃ 41⸋Καὶ⸌ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ 42⸂ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα 43⸆ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, 44⸂ῥήσσει⸃ ὁ οἶνος 45⸋ὁ νέος⸌ τοὺς ἀσκούς, 46⸂2καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς 47⸋2βλητέον.⸌

Καὶ ἐγένετο 48⸂παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν⸃ διὰ τῶν σπορίμων, καὶ 49⸉ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ⸊ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν 50⸋ἐν⸌ τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; Καὶ 51⸋αὐτὸς⸌ 52⸂ἔλεγεν⸃ αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; 53⸋Πῶς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ 54⸆ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ 55⸂τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, 56⸆ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Source notes (56)
  1. Footnote * ⸂ εἰσῆλθεν πάλιν … καὶ ἠκούσθη RP f 35 ¦ πάλιν εἰσῆλθεν … καὶ ἠκούσθη TR ¦ εἰσελθὼν πάλιν … ἠκούσθη TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂2 εἰς οἶκόν RP f 35 TR ¦ ἐν οἴκῳ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋ εὐθέως RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  4. Footnote * ⸉ πρὸς αὐτόν, παραλυτικὸν φέροντες RP f 35 TR ¦ πρὸς αὐτόν, φέροντες παραλυτικὸν TNT2 ¦ φέροντες πρὸς αὐτόν παραλυτικὸν WH NA NIV SBL
  5. Footnote * ⸂ προσεγγίσαι RP f 35 TR TNT2 ¦ προσενέγκαι WH NA NIV SBL
  6. Footnote * ⸂2 ἐφ᾽ ᾧ RP f 35 TR ¦ ὅπου TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ ἰδὼν δὲ RP f 35 TR TNT2 ¦ καὶ ἰδὼν WH NA NIV SBL
  8. Footnote * ⸂2 ἀφέωνταί RP f 35 TR ¦ ἀφίενταί TNT2 WH NA NIV SBL
  9. Footnote * ⸋ σοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸉ αἱ ἁμαρτίαι σου RP f 35 TR ¦ σου αἱ ἁμαρτίαι TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; RP f 35 ¦ Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; TR ¦ Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· TNT2 NA NIV SBL ¦ Τί οὗτος οὕτω λαλεῖ; βλασφημεῖ· WH
  12. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  13. Footnote * ⸋ αὐτοὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂2 εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ Ἀφέωνταί RP f 35 TR ¦ Ἀφίενταί TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ σοί TR
  17. Footnote * ⸂3 Ἔγειραι RP f 35 TR ¦ Ἐγείρου TNT2 WH ¦ Ἔγειρε NA NIV SBL
  18. Footnote * ⸉ σου τὸν κράββατον RP TR ¦ τὸν κράββατον σου f 35 ¦ τὸν κράβαττόν σου TNT2 WH NA27+28 NIV SBL ¦ τὸν κράβατόν σου NA25
  19. Footnote * ⸉ ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP TR ¦ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας f 35 TNT2 SBL ¦ ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NA NIV
  20. Footnote * ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ εὐθέως, καὶ RP f 35 TR ¦ καὶ εὐθὺς TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 ἐναντίον RP f 35 TR TNT2 ¦ ἔμπροσθεν WH NA NIV SBL
  24. Footnote * ⸉ Οὐδέποτε οὕτως RP f 35 TR ¦ Οὕτως οὐδέποτε TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ ἐγένετο RP f 35 TR ¦ γίνεται TNT2 WH NA NIV SBL
  26. Footnote * ⸋ ἐν τῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  27. Footnote * ⸂2 ἠκολούθησαν RP f 35 TR ¦ ἠκολούθουν TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ καὶ οἱ Φαρισαῖοι RP f 35 TR ¦ τῶν Φαρισαίων TNT2 WH NA NIV SBL
  29. Footnote * ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ καὶ TNT2
  30. Footnote * ⸂2 ἰδόντες αὐτὸν ἐσθίοντα RP f 35 TR ¦ ἰδόντες ὅτι ἤσθιεν TNT2 ¦ ἰδόντες ὅτι ἐσθίει WH NA NIV SBL
  31. Footnote * ⸉ τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR ¦ ἁμαρτωλῶν καὶ τελωνῶν TNT2 WH NA NIV SBL
  32. Footnote * ⸋ Τί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂3 τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR WH NA NIV SBL ¦ ἁμαρτωλῶν καὶ τῶν τελωνῶν TNT2
  34. Footnote * ⸋2 καὶ πίνει RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  35. Footnote * ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL
  36. Footnote * ⸋ εἰς μετάνοιαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων RP f 35 TR ¦ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι TNT2 NA NIV SBL ¦ οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ Φαρισαῖοι WH
  38. Footnote * ⸆ – RP f 35 TR ¦ μαθηταὶ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP f 35 ¦ μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον TR ¦ ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ ἐκείναις ταῖς ἡμέραις RP f 35 TR ¦ ἐκείνῃ τῇ ἡμέρᾳ TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ ἱματίῳ παλαιῷ RP f 35 TR ¦ ἱμάτιον παλαιόν TNT2 WH NA NIV SBL
  43. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ ἀπ᾽ WH NA NIV SBL
  44. Footnote * ⸂ ῥήσσει RP f 35 TR ¦ ῥήξει TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ ὁ νέος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂2 καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP f 35 TR ¦ καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋2 βλητέον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  48. Footnote * ⸂ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν RP f 35 ¦ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι TR ¦ αὐτὸν ἐν τοῖς σάββασιν διαπορεύεσθαι TNT2 WH ¦ αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι NA NIV SBL
  49. Footnote * ⸉ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR ¦ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ ἔλεγεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ Πῶς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
  54. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  55. Footnote * ⸂ τοῖς ἱερεῦσιν RP f 35 TNT2 ¦ τοῖς ἱερεῦσι TR ¦ τοὺς ἱερεῖς WH NA NIV SBL
  56. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.