Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 1

Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, 1⸂υἱοῦ τοῦ θεοῦ.⸃ 2

⸂Ὡς⸃ γέγραπται ἐν 3⸂2τοῖς προφήταις,⸃ Ἰδού, 4⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου 5⸋2ἔμπροσθέν σου.⸌ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἐγένετο Ἰωάννης 6⸆ βαπτίζων ἐν τῇ ἐρήμῳ, 7⸋καὶ⸌ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, 8⸉καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 9⸂Ἦν δὲ⸃ 10⸋ὁ⸌ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ 11⸋μὲν⸌ ἐβάπτισα ὑμᾶς 12⸂ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.⸃

Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν 13⸆ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη 14⸉ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊ Καὶ 15⸂εὐθέως⸃ ἀναβαίνων 16⸂2ἀπὸ⸃ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα 17⸂3ὡσεὶ⸃ περιστερὰν καταβαῖνον 18⸂4ἐπ᾽⸃ αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν 19⸂ᾧ⸃ εὐδόκησα.

Καὶ 20⸂εὐθὺς⸃ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. Καὶ ἦν 21⸋ἐκεῖ⸌ ἐν τῇ ἐρήμῳ 22⸉ἡμέρας τεσσαράκοντα⸊ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 23

⸂Μετὰ δὲ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον 24⸋τῆς βασιλείας⸌ τοῦ θεοῦ, καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 25

⸂Περιπατῶν δὲ⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν 26⸂2αὐτοῦ τοῦ Σίμωνος⸃ 27⸂3βάλλοντας ἀμφίβληστρον⸃ ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. Καὶ 28⸂εὐθέως⸃ ἀφέντες τὰ δίκτυα 29⸋αὐτῶν,⸌ ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς 30⸋ἐκεῖθεν⸌ ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. Καὶ 31⸂εὐθέως⸃ ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ 32⸂εὐθέως⸃ τοῖς σάββασιν 33⸂2εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν.⸃ Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. Καὶ 34⸆ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν, λέγων, 35⸋Ἔα,⸌ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ 36⸂κράξαν⸃ φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. Καὶ ἐθαμβήθησαν 37⸂πάντες,⸃ ὥστε συζητεῖν 38⸋πρὸς⸌ 39⸂2ἑαυτούς,⸃ λέγοντας, Τί ἐστιν τοῦτο; 40⸂3Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη,⸃ 41⸋2ὅτι⸌ κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 42⸂Ἐξῆλθεν δὲ⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς 43⸆ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

Καὶ 44⸂εὐθέως⸃ ἐκ τῆς συναγωγῆς 45⸂2ἐξελθόντες, ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. Ἡ δὲ πενθερὰ 46⸆ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ 47⸂εὐθέως⸃ λέγουσιν αὐτῷ περὶ αὐτῆς· καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς 48⸋αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς 49⸋2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.

Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ 50⸉ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν⸊ πρὸς τὴν θύραν. Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. 51⸆

Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. Καὶ 52⸂κατεδίωξαν⸃ αὐτὸν 53⸋ὁ⸌ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ· καὶ 54⸂εὑρόντες αὐτὸν⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες 55⸉σε ζητοῦσιν.⸊ Καὶ λέγει αὐτοῖς, Ἄγωμεν 56⸆ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ 57⸂ἐξελήλυθα.⸃ Καὶ 58⸂ἦν⸃ κηρύσσων 59⸂2ἐν ταῖς συναγωγαῖς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.

Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν 60⸋αὐτόν,⸌ 61⸋2καὶ⸌ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 62⸂Ὁ δὲ Ἰησοῦς⸃ 63⸂2σπλαγχνισθείς,⸃ ἐκτείνας τὴν χεῖρα, 64⸉ἥψατο αὐτοῦ,⸊ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. Καὶ 65⸋εἰπόντος αὐτοῦ⸌ 66⸂εὐθέως⸃ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. Καὶ ἐμβριμησάμενος αὐτῷ, 67⸂εὐθέως⸃ ἐξέβαλεν αὐτόν, καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ 68⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω 69⸂ἐν⸃ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν 70⸂2πανταχόθεν.⸃

Source notes (70)
  1. Footnote * ⸂ υἱοῦ τοῦ θεοῦ RP f 35 TR ¦ υἱοῦ θεοῦ TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL
  2. Footnote * ⸂ Ὡς RP f 35 TR ¦ Καθὼς TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 τοῖς προφήταις RP f 35 TR ¦ τῷ Ἠσαΐᾳ τῷ προφήτῃ TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋2 ἔμπροσθέν σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL
  8. Footnote * ⸉ καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ Ἦν δὲ RP f 35 TR ¦ Καὶ ἦν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  11. Footnote * ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἐν ὕδατι … ἐν πνεύματι ἁγίῳ RP f 35 TR TNT2 ¦ ὕδατι … πνεύματι ἁγίῳ WH NA25 ¦ ὕδατι … ἐν πνεύματι ἁγίῳ NA27+28 NIV SBL
  13. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ὁ f 35
  14. Footnote * ⸉ ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP f 35 TR ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου TNT2 NA NIV SBL ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάνου WH
  15. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂3 ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂4 ἐπ᾽ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ᾧ RP f 35 TR ¦ σοὶ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ εὐθὺς RP TR TNT2 WH NA NIV SBL ¦ εὐθέως f 35
  21. Footnote * ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸉ ἡμέρας τεσσαράκοντα RP f 35 TR ¦ τεσσεράκοντα ἡμέρας TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ Μετὰ δὲ RP f 35 TR NA27+28 NIV ¦ Καὶ μετὰ TNT2 WH NA25 SBL
  24. Footnote * ⸋ τῆς βασιλείας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ Περιπατῶν δὲ RP f 35 TR ¦ Καὶ παράγων TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂2 αὐτοῦ τοῦ Σίμωνος RP f 35 ¦ αὐτοῦ TR ¦ Σίμωνος TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂3 βάλλοντας ἀμφίβληστρον RP f 35 TR ¦ ἀμφιβάλλοντας TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL
  29. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  30. Footnote * ⸋ ἐκεῖθεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL
  33. Footnote * ⸂2 εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν RP f 35 TNT2 WH NA NIV ¦ εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε TR ¦ ἐδίδασκεν εἰς τὴν συναγωγήν SBL
  34. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL
  35. Footnote * ⸋ Ἔα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ κράξαν RP f 35 TR ¦ φωνῆσαν TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂ πάντες RP f 35 TR ¦ ἅπαντες TNT2 WH NA NIV SBL
  38. Footnote * ⸋ πρὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  39. Footnote * ⸂2 ἑαυτούς RP f 35 TNT2 NA27+28 NIV SBL ¦ αὐτούς TR WH NA25
  40. Footnote * ⸂3 Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη RP f 35 TR ¦ Διδαχὴ καινή TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ Ἐξῆλθεν δὲ RP f 35 ¦ Ἐξῆλθε δὲ TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL
  43. Footnote * ⸆ – RP f 35 TR ¦ πανταχοῦ TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂2 ἐξελθόντες, ἦλθον RP f 35 TR NA NIV SBL ¦ ἐξελθὼν, ἦλθεν TNT2 ¦ ἐξελθόντες, ἦλθαν WH
  46. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35
  47. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ αὐτῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  49. Footnote * ⸋2 εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸉ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP f 35 TR ¦ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP TR TNT2 NA NIV SBL ¦ χριστὸν εἶναι f 35 WH
  52. Footnote * ⸂ κατεδίωξαν RP f 35 TR TNT2 ¦ κατεδίωξεν WH NA NIV SBL
  53. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  54. Footnote * ⸂ εὑρόντες αὐτὸν RP f 35 TR ¦ εὗρον αὐτὸν καὶ TNT2 WH NA NIV SBL
  55. Footnote * ⸉ σε ζητοῦσιν RP f 35 ¦ ζητοῦσι σε TR ¦ ζητοῦσιν σε TNT2 WH NA NIV SBL
  56. Footnote * ⸆ – RP f 35 TR ¦ ἀλλαχοῦ TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ ἐξελήλυθα RP TR ¦ ἐλήλυθα f 35 ¦ ἐξῆλθον TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂ ἦν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL
  59. Footnote * ⸂2 ἐν ταῖς συναγωγαῖς RP f 35 TR ¦ εἰς τὰς συναγωγὰς TNT2 WH NA NIV SBL
  60. Footnote * ⸋ αὐτόν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  61. Footnote * ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL
  62. Footnote * ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  63. Footnote * ⸂2 σπλαγχνισθείς RP f 35 TR TNT2 WH NA NIV73 ¦ ὀργισθεὶς NIV11 SBL
  64. Footnote * ⸉ ἥψατο αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἥψατο TNT2 WH NA NIV SBL
  65. Footnote * ⸋ εἰπόντος αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  66. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  67. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  68. Footnote * ⸂ προσένεγκε RP TR TNT2 WH NA NIV SBL ¦ προσένεγκαι f 35
  69. Footnote * ⸂ ἐν RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL
  70. Footnote * ⸂2 πανταχόθεν RP f 35 TR ¦ πάντοθεν TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.