Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 4

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ 1⸂συνήχθη⸃ πρὸς αὐτὸν ὄχλος 2⸂2πολύς,⸃ ὥστε αὐτὸν 3⸂3ἐμβάντα εἰς τὸ πλοῖον⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς 4⸂4ἦν.⸃ Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων 5⸋τοῦ⸌ σπεῖραι· καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ 6⸆ καὶ κατέφαγεν αὐτό. 7⸂Ἄλλο δὲ⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, 8⸆ ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ 9⸂2εὐθέως⸃ ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 10⸂ἡλίου δὲ ἀνατείλαντος⸃ 11⸂2ἐκαυματίσθη,⸃ καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. Καὶ 12⸂ἄλλο⸃ ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ 13⸂2αὐξάνοντα,⸃ καὶ ἔφερεν 14⸂3ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν⸃ ἑκατόν. Καὶ ἔλεγεν, 15⸆ 16⸂Ὁ ἔχων⸃ ὦτα ἀκούειν ἀκουέτω. 17

⸂Ὅτε δὲ⸃ ἐγένετο καταμόνας, 18⸂2ἠρώτησαν⸃ αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα 19⸂3τὴν παραβολήν.⸃ Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν 20⸂δέδοται γνῶναι τὸ μυστήριον⸃ τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται· ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς 21⸋τὰ ἁμαρτήματα.⸌ Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; Ὁ σπείρων τὸν λόγον σπείρει. Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, 22⸂εὐθέως⸃ ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον 23⸂2ἐν ταῖς καρδίαις αὐτῶν.⸃ Καὶ οὗτοί εἰσιν 24⸋ὁμοίως⸌ οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, 25⸂εὐθέως⸃ μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, 26⸂εὐθέως⸃ σκανδαλίζονται. Καὶ 27⸂οὗτοί⸃ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, 28⸆ οἱ τὸν λόγον 29⸂2ἀκούοντες,⸃ καὶ αἱ μέριμναι τοῦ 30⸂αἰῶνος⸃ 31⸋τούτου,⸌ καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Καὶ 32⸂οὗτοί⸃ εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.

Καὶ ἔλεγεν αὐτοῖς, 33⸆ Μήτι 34⸉ὁ λύχνος ἔρχεται⸊ ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν 35⸂ἐπιτεθῇ;⸃ Οὐ γάρ ἐστίν 36⸋τι⸌ κρυπτόν, 37⸋2ὃ⸌ ἐὰν μὴ 38⸆ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα 39⸉εἰς φανερὸν ἔλθῃ.⸊ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε 40⸂μετρηθήσεται⸃ ὑμῖν, καὶ προστεθήσεται ὑμῖν 41⸋τοῖς ἀκούουσιν.⸌ Ὃς γὰρ 42⸂ἂν ἔχῃ,⸃ δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ 43⸂2ὃ⸃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς 44⸋ἐὰν⸌ ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη 45⸋γὰρ⸌ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη 46⸂σῖτον⸃ ἐν τῷ στάχυϊ. Ὅταν δὲ παραδῷ ὁ καρπός, 47⸂εὐθέως⸃ ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

Καὶ ἔλεγεν, 48⸂Τίνι ὁμοιώσωμεν⸃ τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν 49⸂2ποίᾳ⸃ 50⸂3παραβολῇ παραβάλωμεν αὐτήν;⸃ Ὡς 51⸂κόκκον⸃ σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, 52⸂2μικρότερος⸃ πάντων τῶν σπερμάτων 53⸂3ἐστὶν⸃ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται 54⸂πάντων τῶν λαχάνων μείζων,⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν· χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς 55⸂μαθηταῖς αὐτοῦ⸃ ἐπέλυεν πάντα.

Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα 56⸋δὲ⸌ 57⸂πλοιάρια⸃ ἦν μετ᾽ αὐτοῦ. Καὶ γίνεται λαῖλαψ 58⸉ἀνέμου μεγάλη·⸊ 59⸂τὰ δὲ⸃ κύματα 60⸂2ἐπέβαλλεν⸃ εἰς τὸ πλοῖον, ὥστε 61⸂3αὐτὸ ἤδη γεμίζεσθαι.⸃ Καὶ 62⸉ἦν αὐτὸς⸊ 63⸂ἐπὶ⸃ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ 64⸂2διεγείρουσιν⸃ αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς, 65⸂Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;⸃ Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα 66⸂ὑπακούουσιν⸃ αὐτῷ;

Source notes (66)
  1. Footnote * ⸂ συνήχθη RP f 35 TR ¦ συνάγεται TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂2 πολύς RP f 35 TR ¦ πλεῖστος TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂3 ἐμβάντα εἰς τὸ πλοῖον RP f 35 TR ¦ εἰς πλοῖον ἐμβάντα TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂4 ἦν RP f 35 TR ¦ ἦσαν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ τοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  6. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ TR
  7. Footnote * ⸂ Ἄλλο δὲ RP f 35 TR ¦ Καὶ ἄλλο TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP f 35 TR NA NIV SBL ¦ καὶ TNT2 WH
  9. Footnote * ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ ἡλίου δὲ ἀνατείλαντος RP f 35 TR ¦ καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂2 ἐκαυματίσθη RP f 35 TR WH NA NIV11 SBL ¦ ἐκαυματίσθησαν TNT2 NIV73
  12. Footnote * ⸂ ἄλλο RP f 35 TR TNT2 ¦ ἄλλα WH NA NIV SBL
  13. Footnote * ⸂2 αὐξάνοντα RP f 35 TR ¦ αὐξανόμενον TNT2 ¦ αὐξανόμενα WH NA NIV SBL
  14. Footnote * ⸂3 ἐν … ἐν … ἐν RP f 35 ¦ ἓν … ἓν … ἓν TR NA27+28 NIV SBL ¦ εἰς … εἰς … εἰς TNT2 ¦ εἰς … ἐν … ἐν WH NA25
  15. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR
  16. Footnote * ⸂ Ὁ ἔχων RP f 35 TR ¦ Ὃς ἔχει TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ Ὅτε δὲ RP f 35 TR ¦ Καὶ ὅτε TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 ἠρώτησαν RP f 35 TR ¦ ἠρώτων TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂3 τὴν παραβολήν RP f 35 TR ¦ τὰς παραβολάς TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ δέδοται γνῶναι τὸ μυστήριον RP f 35 TR ¦ τὸ μυστήριον δέδοται TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ τὰ ἁμαρτήματα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 ἐν ταῖς καρδίαις αὐτῶν RP f 35 TR ¦ εἰς αὐτούς TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ ὁμοίως RP f 35 TR TNT2 WH NA25 NIV73 SBL ¦ – NA27+28 NIV11
  25. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ οὗτοί RP f 35 TR ¦ ἄλλοι TNT2 WH NA NIV SBL
  28. Footnote * ⸆ – RP f 35 ¦ οὗτοί εἰσιν TR TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂2 ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ αἰῶνος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ βίου NIV73
  31. Footnote * ⸋ τούτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ οὗτοί RP f 35 TR ¦ ἐκεῖνοί TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25
  34. Footnote * ⸉ ὁ λύχνος ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ λύχνος TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ ἐπιτεθῇ RP f 35 TR ¦ τεθῇ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋ τι RP TR NA25 ¦ – f 35 TNT2 WH NA27+28 NIV SBL
  37. Footnote * ⸋2 ὃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ ἵνα WH NA NIV SBL
  39. Footnote * ⸉ εἰς φανερὸν ἔλθῃ RP f 35 TR ¦ ἔλθῃ εἰς φανερόν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ μετρηθήσεται RP TR TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται f 35
  41. Footnote * ⸋ τοῖς ἀκούουσιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ ἂν ἔχῃ RP f 35 TR ¦ ἔχει TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂2 ὃ RP f 35 TR WH NA NIV SBL ¦ ὃς TNT2
  44. Footnote * ⸋ ἐὰν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ σῖτον RP f 35 TR WH NA27+28 NIV SBL ¦ σῖτος TNT2 NA25
  47. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ Τίνι ὁμοιώσωμεν RP TR ¦ Τίνι ὁμοιώσομεν f 35 ¦ Πῶς ὁμοιώσωμεν TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂2 ποίᾳ RP f 35 TR ¦ τίνι TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂3 παραβολῇ παραβάλωμεν αὐτήν RP f 35 TR ¦ αὐτὴν παραβολῇ θῶμεν TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂ κόκκον RP f 35 TNT2 ¦ κόκκῳ TR WH NA NIV SBL
  52. Footnote * ⸂2 μικρότερος RP f 35 TR ¦ μικρότερον ὂν TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂3 ἐστὶν RP f 35 ¦ ἐστὶ TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ πάντων τῶν λαχάνων μείζων RP f 35 TR ¦ μείζων πάντων τῶν λαχάνων TNT2 ¦ μεῖζον πάντων τῶν λαχάνων WH NA NIV SBL
  55. Footnote * ⸂ μαθηταῖς αὐτοῦ RP f 35 TR TNT2 ¦ ἰδίοις μαθηταῖς WH NA NIV SBL
  56. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ πλοιάρια RP f 35 TR ¦ πλοῖα TNT2 WH NA NIV SBL
  58. Footnote * ⸉ ἀνέμου μεγάλη RP f 35 TR ¦ μεγάλη ἀνέμου TNT2 WH NA NIV SBL
  59. Footnote * ⸂ τὰ δὲ RP f 35 TR ¦ καὶ τὰ TNT2 WH NA NIV SBL
  60. Footnote * ⸂2 ἐπέβαλλεν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπέβαλεν f 35
  61. Footnote * ⸂3 αὐτὸ ἤδη γεμίζεσθαι RP f 35 TR ¦ ἤδη γεμίζεσθαι τὸ πλοῖον TNT2 WH NA NIV SBL
  62. Footnote * ⸉ ἦν αὐτὸς RP f 35 TR TNT2 ¦ αὐτὸς ἦν WH NA NIV SBL
  63. Footnote * ⸂ ἐπὶ RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL
  64. Footnote * ⸂2 διεγείρουσιν RP f 35 TR ¦ ἐγείρουσιν TNT2 WH NA NIV SBL
  65. Footnote * ⸂ Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν; RP f 35 NA25 ¦ Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; TR ¦ Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν; TNT2 WH NA27+28 NIV SBL
  66. Footnote * ⸂ ὑπακούουσιν RP f 35 TR ¦ ὑπακούει TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.