Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 5

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν 1⸂Γαδαρηνῶν.⸃ Καὶ 2⸂ἐξελθόντι αὐτῷ⸃ ἐκ τοῦ πλοίου, 3⸂2εὐθέως⸃ 4⸂3ἀπήντησεν⸃ αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν 5⸂κατοίκησιν⸃ εἶχεν ἐν τοῖς 6⸂2μνήμασιν·⸃ καὶ 7⸂3οὔτε⸃ 8⸂4ἁλύσεσιν⸃ 9⸆ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς 10⸂αὐτὸν ἴσχυεν⸃ δαμάσαι· καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς 11⸉ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν⸊ ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 12⸂Ἰδὼν δὲ⸃ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν 13⸂2αὐτῷ,⸃ καὶ κράξας φωνῇ μεγάλῃ 14⸂εἶπεν,⸃ Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. Καὶ ἐπηρώτα αὐτόν, Τί 15⸉σοι ὄνομα;⸊ Καὶ 16⸂ἀπεκρίθη, λέγων,⸃ 17⸆ Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ 18⸂αὐτοὺς⸃ ἀποστείλῃ ἔξω τῆς χώρας. Ἦν δὲ ἐκεῖ πρὸς 19⸂τῷ ὄρει⸃ ἀγέλη χοίρων μεγάλη βοσκομένη· καὶ παρεκάλεσαν αὐτὸν 20⸋πάντες οἱ δαίμονες,⸌ λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. Καὶ ἐπέτρεψεν αὐτοῖς 21⸋εὐθέως ὁ Ἰησοῦς.⸌ Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· 22⸋2ἦσαν δὲ⸌ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 23⸂Οἱ δὲ⸃ βόσκοντες 24⸂2τοὺς χοίρους⸃ ἔφυγον, καὶ 25⸂3ἀνήγγειλαν⸃ εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ 26⸂4ἐξῆλθον⸃ ἰδεῖν τί ἐστιν τὸ γεγονός· καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον 27⸋καὶ⸌ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 28⸂Διηγήσαντο δὲ⸃ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ 29⸂ἐμβάντος⸃ αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα 30⸉ᾖ μετ᾽ αὐτοῦ.⸊ 31⸂Ὁ δὲ Ἰησοῦς⸃ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ 32⸂2ἀνάγγειλον⸃ αὐτοῖς ὅσα 33⸂3σοι ὁ κύριος πεποίηκεν,⸃ καὶ ἠλέησέν σε. Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. Καὶ 34⸋ἰδού,⸌ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, καὶ 35⸂παρεκάλει⸃ αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς 36⸉αὐτῇ τὰς χεῖρας,⸊ 37⸂2ὅπως⸃ σωθῇ καὶ 38⸂3ζήσεται.⸃ Καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

Καὶ γυνή 39⸋τις⸌ οὖσα ἐν ῥύσει αἵματος 40⸉ἔτη δώδεκα,⸊ καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ 41⸂αὐτῆς⸃ πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα 42⸆ περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ὅτι 43⸂Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,⸃ σωθήσομαι. Καὶ 44⸂εὐθέως⸃ ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ 45⸂εὐθέως⸃ ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν 46⸋ἐπ᾽⸌ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ, 47⸂Θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; Ὁ δὲ Ἰησοῦς 48⸋εὐθέως⸌ 49⸂ἀκούσας⸃ τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. Καὶ οὐκ ἀφῆκεν οὐδένα 50⸂αὐτῷ⸃ συνακολουθῆσαι, εἰ μὴ 51⸆ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. Καὶ 52⸂ἔρχεται⸃ εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, 53⸆ κλαίοντας καὶ ἀλαλάζοντας πολλά. Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. 54⸂Ὁ⸃ δέ, ἐκβαλὼν 55⸂2πάντας,⸃ παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον 56⸋ἀνακείμενον.⸌ Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, 57⸂ἔγειραι.⸃ Καὶ 58⸂εὐθέως⸃ ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν 59⸆ ἐκστάσει μεγάλῃ. Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Source notes (59)
  1. Footnote * ⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ ἐξελθόντι αὐτῷ RP f 35 TR ¦ ἐξελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂3 ἀπήντησεν RP f 35 TR ¦ ὑπήντησεν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ κατοίκησιν RP TR TNT2 WH NA NIV SBL ¦ οίκησιν f 35
  6. Footnote * ⸂2 μνήμασιν RP f 35 TNT2 WH NA NIV SBL ¦ μνήμείοις TR
  7. Footnote * ⸂3 οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂4 ἁλύσεσιν RP f 35 TR ¦ ἁλύσει TNT2 WH NA NIV SBL
  9. Footnote * ⸆ – RP f 35 TR ¦ οὐκέτι TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ αὐτὸν ἴσχυεν RP ¦ αὐτὸν ἴσχυσεν f 35 ¦ αὐτὸν ἴσχυε TR ¦ ἴσχυεν αὐτὸν TNT2 WH NA NIV SBL
  11. Footnote * ⸉ ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP ¦ μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν f 35 TNT2 WH NA NIV SBL ¦ ὄρεσι καὶ ἐν τοῖς μνήμασιν TR
  12. Footnote * ⸂ Ἰδὼν δὲ RP f 35 TR ¦ Καὶ ἰδὼν TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂2 αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV ¦ αὐτόν WH NA25 SBL
  14. Footnote * ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ λέγει TNT2 WH NA NIV SBL
  15. Footnote * ⸉ σοι ὄνομα RP f 35 TR ¦ ὄνομά σοι TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ ἀπεκρίθη λέγων RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
  17. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ τῷ ὄρει RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ ὄρη TR
  20. Footnote * ⸋ πάντες οἱ δαίμονες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ εὐθέως ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋2 ἦσαν δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ Οἱ δὲ RP f 35 TR ¦ Καὶ οἱ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂2 τοὺς χοίρους RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂3 ἀνήγγειλαν RP f 35 TR ¦ ἀπήγγειλαν TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂4 ἐξῆλθον RP f 35 TR ¦ ἦλθον TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ Διηγήσαντο δὲ RP f 35 ¦ Καὶ διηγήσαντο TR TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ ἐμβάντος RP f 35 TR ¦ ἐμβαίνοντος TNT2 WH NA NIV SBL
  30. Footnote * ⸉ ᾖ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ᾖ TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂2 ἀνάγγειλον RP f 35 TR ¦ ἀπάγγειλον TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂3 σοι ὁ κύριος πεποίηκεν RP f 35 ¦ σοι ὁ κύριος ἐποίησε TR ¦ ὁ κύριός σοι πεποίηκεν TNT2 WH NA NIV SBL
  34. Footnote * ⸋ ἰδού RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ παρεκάλει RP f 35 TR ¦ παρακαλεῖ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸉ αὐτῇ τὰς χεῖρας RP f 35 TR ¦ τὰς χεῖρας αὐτῇ TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂2 ὅπως RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂3 ζήσεται RP f 35 TR ¦ ζήσῃ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ τις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸉ ἔτη δώδεκα RP f 35 TR TNT2 ¦ δώδεκα ἔτη WH NA NIV SBL
  41. Footnote * ⸂ αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῆς TR
  42. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τὰ WH NA25
  43. Footnote * ⸂ Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι RP f 35 TR TNT2 ¦ Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ WH NA NIV SBL
  44. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋ ἐπ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ Θύγατερ RP f 35 TR ¦ Θυγάτηρ TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ ἀκούσας RP f 35 TR ¦ παρακούσας TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ αὐτῷ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL
  53. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ Ὁ RP f 35 TR ¦ Αὐτὸς TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂2 πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR
  56. Footnote * ⸋ ἀνακείμενον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  59. Footnote * ⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.