Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 6

Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ 1⸂ἦλθεν⸃ εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ γενομένου σαββάτου, ἤρξατο 2⸉ἐν τῇ συναγωγῇ διδάσκειν·⸊ καὶ 3⸆ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσα 4⸂αὐτῷ,⸃ 5⸆2 καὶ 6⸆3 δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ 7⸂2γίνονται;⸃ Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς 8⸆ Μαρίας, 9⸂ἀδελφὸς δὲ⸃ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 10⸂Ἔλεγεν δὲ⸃ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν 11⸆ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἠδύνατο ἐκεῖ 12⸉οὐδεμίαν δύναμιν ποιῆσαι,⸊ εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν. Καὶ 13⸂ἐθαύμαζεν⸃ διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.

Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· 14⸉μὴ πήραν, μὴ ἄρτον,⸊ μὴ εἰς τὴν ζώνην χαλκόν· ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴ 15⸂ἐνδύσησθε⸃ δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου 16⸂ἐὰν⸃ εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Καὶ 17⸂ὅσοι ἂν μὴ δέξωνται⸃ ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. 18⸋Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.⸌ Καὶ ἐξελθόντες 19⸂ἐκήρυσσον⸃ ἵνα 20⸂2μετανοήσωσιν·⸃ καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ 21⸂ἔλεγεν⸃ ὅτι Ἰωάννης ὁ βαπτίζων 22⸂2ἐκ νεκρῶν ἠγέρθη,⸃ καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι 23⸆ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης 24⸋ἐστίν,⸌ 25⸆2 ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ 26⸋ὁ⸌ Ἡρῴδης 27⸂εἶπεν⸃ 28⸋2ὅτι⸌ Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, 29⸂2οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.⸃ Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν 30⸆ φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ 31⸂ἀκούσας⸃ αὐτοῦ, πολλὰ 32⸂2ἐποίει,⸃ καὶ ἡδέως αὐτοῦ ἤκουεν. Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον 33⸂ἐποίει⸃ τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς 34⸂αὐτῆς⸃ 35⸋τῆς⸌ Ἡρῳδιάδος 36⸂2καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης⸃ τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, 37⸂3εἶπεν ὁ βασιλεὺς⸃ τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί· καὶ ὤμοσεν αὐτῇ 38⸆ 39⸂ὅτι Ὃ ἐάν⸃ 40⸋με⸌ αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 41⸂Ἡ δὲ⸃ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί 42⸂2αἰτήσομαι;⸃ Ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ 43⸂3βαπτιστοῦ.⸃ Καὶ εἰσελθοῦσα 44⸂εὐθέως⸃ μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα 45⸉μοι δῷς ἐξαυτῆς⸊ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς 46⸂συνανακειμένους⸃ οὐκ ἠθέλησεν 47⸉αὐτὴν ἀθετῆσαι.⸊ Καὶ 48⸂εὐθέως⸃ ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν 49⸂2ἐνεχθῆναι⸃ τὴν κεφαλὴν αὐτοῦ. 50⸂Ὁ δὲ⸃ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν 51⸆ μνημείῳ.

Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, 52⸋καὶ⸌ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. Καὶ 53⸂εἶπεν⸃ αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ 54⸂2ἀναπαύεσθε⸃ ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. Καὶ ἀπῆλθον 55⸂εἰς ἔρημον τόπον τῷ πλοίῳ⸃ κατ᾽ ἰδίαν. Καὶ εἶδον αὐτοὺς ὑπάγοντας 56⸆ καὶ 57⸂ἐπέγνωσαν⸃ 58⸂2αὐτὸν⸃ πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, 59⸋καὶ συνῆλθον πρὸς αὐτόν.⸌ Καὶ ἐξελθὼν εἶδεν 60⸋ὁ Ἰησοῦς⸌ πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ 61⸂αὐτοῖς,⸃ ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 62⸂λέγουσιν⸃ ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας 63⸂ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.⸃ Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν 64⸉δηναρίων διακοσίων⸊ ἄρτους, καὶ 65⸂δῶμεν⸃ αὐτοῖς φαγεῖν; Ὁ δὲ λέγει αὐτοῖς, Πόσους 66⸉ἄρτους ἔχετε;⸊ Ὑπάγετε 67⸋καὶ⸌ ἴδετε. Καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας. Καὶ ἐπέταξεν αὐτοῖς 68⸂ἀνακλῖναι⸃ πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, 69⸂ἀνὰ ἑκατὸν καὶ ἀνὰ⸃ πεντήκοντα. Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς 70⸋αὐτοῦ⸌ ἵνα 71⸂παραθῶσιν⸃ αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν 72⸂κλασμάτων δώδεκα κοφίνους πλήρεις,⸃ καὶ ἀπὸ τῶν ἰχθύων. Καὶ ἦσαν οἱ φαγόντες 73⸋τοὺς ἄρτους⸌ 74⸆ πεντακισχίλιοι ἄνδρες.

Καὶ 75⸂εὐθέως⸃ ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν 76⸋εἰς τὸ πέραν⸌ πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς 77⸂2ἀπολύσῃ⸃ τὸν ὄχλον. Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. Καὶ 78⸂εἶδεν⸃ αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, 79⸋καὶ⸌ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. Οἱ δέ, ἰδόντες αὐτὸν 80⸉περιπατοῦντα ἐπὶ τῆς θαλάσσης,⸊ ἔδοξαν 81⸂φάντασμα εἶναι,⸃ καὶ ἀνέκραξαν· πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. 82⸂Καὶ⸃ 83⸂2εὐθέως⸃ ἐλάλησεν μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν 84⸋ἐκπερισσοῦ⸌ ἐν ἑαυτοῖς ἐξίσταντο, 85⸋2καὶ ἐθαύμαζον.⸌ Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· 86⸂ἦν γὰρ⸃ 87⸉αὐτῶν ἡ καρδία⸊ πεπωρωμένη.

Καὶ διαπεράσαντες 88⸂ἦλθον ἐπὶ τὴν γῆν⸃ Γεννησαρέτ, καὶ προσωρμίσθησαν. Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, 89⸂εὐθέως⸃ ἐπιγνόντες αὐτόν, 90⸂περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην,⸃ ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι 91⸋ἐκεῖ⸌ ἐστιν. Καὶ ὅπου ἂν εἰσεπορεύετο 92⸂εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς,⸃ ἐν ταῖς ἀγοραῖς 93⸂2ἐτίθουν⸃ τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν 94⸂3ἥπτοντο⸃ αὐτοῦ ἐσῴζοντο.

Source notes (94)
  1. Footnote * ⸂ ἦλθεν RP f 35 TR ¦ ἔρχεται TNT2 WH NA NIV SBL
  2. Footnote * ⸉ ἐν τῇ συναγωγῇ διδάσκειν RP f 35 TR ¦ διδάσκειν ἐν τῇ συναγωγῇ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV ¦ οἱ WH NA25 SBL
  4. Footnote * ⸂ αὐτῷ RP f 35 TR ¦ τούτῳ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅτι TR
  6. Footnote * ⸆3 – RP f 35 TR TNT2 ¦ αἱ WH NA NIV SBL
  7. Footnote * ⸂2 γίνονται RP f 35 TR ¦ γινόμεναι TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἀδελφὸς δὲ RP f 35 TR ¦ καὶ ἀδελφὸς TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ Ἔλεγεν δὲ RP f 35 ¦ Ἔλεγε δὲ TR ¦ Καὶ ἔλεγεν TNT2 WH NA NIV SBL
  11. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸉ οὐδεμίαν δύναμιν ποιῆσαι RP f 35 TR ¦ ποιῆσαι οὐδεμίαν δύναμιν TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἐθαύμαζεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ ἐθαύμαζε TR ¦ ἐθαύμασεν WH NA25
  14. Footnote * ⸉ μὴ πήραν, μὴ ἄρτον RP f 35 TR ¦ μὴ ἄρτον, μὴ πήραν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ ἐνδύσησθε RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐνδύσασθαι WH
  16. Footnote * ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2
  17. Footnote * ⸂ ὅσοι ἂν μὴ δέξωνται RP TR ¦ ὅσοι ἐὰν μὴ δέξωνται f 35 ¦ ὃς ἂν τόπος μὴ δέξηται TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ Ἀμὴν … ἐκείνῃ. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ἐκήρυσσον RP f 35 TR ¦ ἐκήρυξαν TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂2 μετανοήσωσιν RP f 35 ¦ μετανοήσωσι TR ¦ μετανοῶσιν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ ἔλεγεν RP f 35 TR TNT2 ¦ ἔλεγον WH NA NIV SBL
  22. Footnote * ⸂2 ἐκ νεκρῶν ἠγέρθη RP f 35 TR ¦ ἐγήγερται ἐκ νεκρῶν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ ἐστίν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  25. Footnote * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἢ TR
  26. Footnote * ⸋ ὁ f 35 TR TNT2 WH NA NIV SBL ¦ – RP
  27. Footnote * ⸂ εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL
  28. Footnote * ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂2 οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. RP f 35 TR ¦ οὗτός ἠγέρθη ἐκ νεκρῶν TNT2 ¦ οὗτός ἠγέρθη WH NA NIV11 SBL ¦ οὗτός ἐκ νεκρῶν ἠγέρθη NIV73
  30. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR
  31. Footnote * ⸂ ἀκούσας RP TR TNT2 WH NA NIV SBL ¦ ἀκούων f 35
  32. Footnote * ⸂2 ἐποίει RP f 35 TR TNT2 ¦ ἠπόρει WH NA NIV SBL
  33. Footnote * ⸂ ἐποίει RP f 35 TR ¦ ἐποίησεν TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ αὐτῆς RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ αὐτοῦ WH NA27+28 NIV73
  35. Footnote * ⸋ τῆς RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ – WH NA27+28 NIV73
  36. Footnote * ⸂2 καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης RP f 35 TR SBL ¦ καὶ ὀρχησαμένης, ἤρεσεν TNT2 WH NA NIV
  37. Footnote * ⸂3 εἶπεν ὁ βασιλεὺς RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ δὲ βασιλεὺς εἶπεν TNT2 WH NA25
  38. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ πολλά NA27+28
  39. Footnote * ⸂ ὅτι Ὃ ἐάν RP f 35 TR TNT2 NA25 ¦ ὅτι Ἐάν WH ¦ Ὅ τι ἐάν NA27+28 NIV SBL
  40. Footnote * ⸋ με RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25
  41. Footnote * ⸂ Ἡ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂2 αἰτήσομαι RP f 35 TR ¦ αἰτήσωμαι TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂3 βαπτιστοῦ RP f 35 TR ¦ βαπτίζοντος TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸉ μοι δῷς ἐξαυτῆς RP f 35 TR ¦ ἐξαυτῆς δῷς μοι TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ συνανακειμένους RP f 35 TR ¦ ἀνακειμένους TNT2 WH NA NIV SBL
  47. Footnote * ⸉ αὐτὴν ἀθετῆσαι RP f 35 TR ¦ ἀθετῆσαι αὐτήν TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂2 ἐνεχθῆναι RP f 35 TR ¦ ἐνέγκαι TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂ Ὁ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR
  52. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂2 ἀναπαύεσθε RP f 35 TR ¦ ἀναπαύσασθε TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ εἰς ἔρημον τόπον τῷ πλοίῳ RP f 35 TR TNT2 ¦ ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NA NIV SBL
  56. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οἱ ὄχλοι TR
  57. Footnote * ⸂ ἐπέγνωσαν RP f 35 TR NA NIV SBL ¦ ἔγνωσαν TNT2 WH
  58. Footnote * ⸂2 αὐτὸν RP TR ¦ αὐτοὺς f 35 ¦ – TNT2 WH NA NIV SBL
  59. Footnote * ⸋ καὶ συνῆλθον πρὸς αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  60. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  61. Footnote * ⸂ αὐτοῖς RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL
  62. Footnote * ⸂ λέγουσιν RP f 35 TR ¦ ἔλεγον TNT2 WH NA NIV SBL
  63. Footnote * ⸂ ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. RP f 35 TR ¦ ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν. TNT2 WH NA NIV SBL
  64. Footnote * ⸉ δηναρίων διακοσίων RP f 35 TNT2 WH NA NIV SBL ¦ διακοσίων δηναρίων TR
  65. Footnote * ⸂ δῶμεν RP f 35 TR ¦ δώσομεν TNT2 WH NA NIV SBL
  66. Footnote * ⸉ ἄρτους ἔχετε RP f 35 TR TNT2 NA27+28 NIV ¦ ἔχετε ἄρτους WH NA25 SBL
  67. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  68. Footnote * ⸂ ἀνακλῖναι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀνακλιθῆναι WH NA25
  69. Footnote * ⸂ ἀνὰ … ἀνὰ RP f 35 TR ¦ κατὰ … κατὰ TNT2 WH NA NIV SBL
  70. Footnote * ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  71. Footnote * ⸂ παραθῶσιν RP f 35 TR TNT2 ¦ παρατιθῶσιν WH NA NIV SBL
  72. Footnote * ⸂ κλασμάτων δώδεκα κοφίνους πλήρεις RP f 35 TR ¦ κλασμάτων δώδεκα κοφίνους πληρώματα TNT2 ¦ κλάσματα δώδεκα κοφίνων πληρώματα WH NA NIV SBL
  73. Footnote * ⸋ τοὺς ἄρτους RP f 35 TR TNT2 WH NA SBL ¦ – NIV
  74. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR
  75. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  76. Footnote * ⸋ εἰς τὸ πέραν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
  77. Footnote * ⸂2 ἀπολύσῃ RP TR ¦ ἀπολύσει f 35 ¦ ἀπολύει TNT2 WH NA NIV SBL
  78. Footnote * ⸂ εἶδεν RP f 35 TR ¦ ἰδὼν TNT2 WH NA NIV SBL
  79. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  80. Footnote * ⸉ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης RP f 35 TR TNT2 ¦ ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA NIV SBL
  81. Footnote * ⸂ φάντασμα εἶναι RP f 35 TR TNT2 ¦ ὅτι φάντασμά ἐστιν WH NA NIV SBL
  82. Footnote * ⸂ Καὶ RP f 35 TR TNT2 ¦ Ὁ δὲ WH NA NIV SBL
  83. Footnote * ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  84. Footnote * ⸋ ἐκπερισσοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  85. Footnote * ⸋2 καὶ ἐθαύμαζον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  86. Footnote * ⸂ ἦν γὰρ RP f 35 TR ¦ ἀλλ᾽ ἦν TNT2 WH NA NIV SBL
  87. Footnote * ⸉ αὐτῶν ἡ καρδία RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡ καρδία αὐτῶν TR
  88. Footnote * ⸂ ἦλθον ἐπὶ τὴν γῆν RP f 35 TR TNT2 ¦ ἐπὶ τὴν γῆν, ἦλθον εἰς WH NA NIV SBL
  89. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  90. Footnote * ⸂ περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP f 35 TR ¦ περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ TNT2 WH NA NIV SBL
  91. Footnote * ⸋ ἐκεῖ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  92. Footnote * ⸂ εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς RP f 35 TR ¦ εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγρούς TNT2 WH NA NIV SBL
  93. Footnote * ⸂2 ἐτίθουν RP f 35 TR ¦ ἐτίθεσαν TNT2 WH NA NIV SBL
  94. Footnote * ⸂3 ἥπτοντο RP f 35 TR ¦ ἥψαντο TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.