Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 7

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ 1⸆ κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, 2⸂ἐσθίοντας⸃ 3⸆2 ἄρτους 4⸋ἐμέμψαντο.⸌ Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ ἀπὸ ἀγορᾶς, 5⸆ ἐὰν μὴ 6⸂βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων 7⸋καὶ κλινῶν.⸌ 8⸂Ἔπειτα⸃ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί 9⸉οἱ μαθηταί σου οὐ περιπατοῦσιν⸊ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ 10⸂2ἀνίπτοις⸃ χερσὶν ἐσθίουσιν τὸν ἄρτον; Ὁ δὲ 11⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς 12⸋2ὅτι⸌ Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, 13⸆ Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἀφέντες 14⸋γὰρ⸌ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, 15⸋2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌ Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν 16⸂τηρήσητε.⸃ Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 17⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι 18⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃ ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. Καὶ προσκαλεσάμενος 19⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, 20⸂2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃ Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται 21⸉αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ 22⸂ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ,⸃ 23⸋ἐκεῖνά⸌ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 24⸋Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌ Καὶ ὅτε εἰσῆλθεν εἰς 25⸆ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ 26⸂περὶ τῆς παραβολῆς.⸃ Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, 27⸂καθαρίζον⸃ πάντα τὰ βρώματα.

Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, 28⸉μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον. 29

⸂Καὶ ἐκεῖθεν⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ 30⸂2μεθόρια⸃ Τύρου 31⸋καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς 32⸆ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ 33⸂3ἠδυνήθη⸃ λαθεῖν. 34⸂Ἀκούσασα γὰρ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· 35⸉ἦν δὲ ἡ γυνὴ⸊ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον 36⸂ἐκβάλῃ⸃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 37⸂Ὁ δὲ Ἰησοῦς⸃ 38⸂2εἶπεν⸃ αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ 39⸉καλόν ἐστιν⸊ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ 40⸉2βαλεῖν τοῖς κυναρίοις.⸊ Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, 41⸋Ναί,⸌ κύριε· καὶ 42⸋2γὰρ⸌ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης 43⸂ἐσθίει⸃ ἀπὸ τῶν ψιχίων τῶν παιδίων. Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν 44⸉τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊ Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν 45⸂τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃

Καὶ πάλιν 46⸂ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν⸃ 47⸂2πρὸς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Καὶ φέρουσιν αὐτῷ κωφὸν 48⸆ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι. Καὶ 49⸋εὐθέως⸌ 50⸂διηνοίχθησαν⸃ αὐτοῦ αἱ ἀκοαί· καὶ 51⸆ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 52⸂εἴπωσιν·⸃ ὅσον δὲ 53⸋αὐτὸς⸌ αὐτοῖς διεστέλλετο, 54⸆ μᾶλλον περισσότερον ἐκήρυσσον. Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ 55⸋τοὺς⸌ ἀλάλους λαλεῖν.

Source notes (55)
  1. Footnote * ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ ἐσθίοντας RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸆2 – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ ἐμέμψαντο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὅταν ἔλθωσιν NIV73
  6. Footnote * ⸂ βαπτίσωνται RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ῥαντίσωνται WH NA25
  7. Footnote * ⸋ καὶ κλινῶν RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV
  8. Footnote * ⸂ Ἔπειτα RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  9. Footnote * ⸉ οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP f 35 ¦ οἱ μαθηταί σου οὐ περιπατοῦσι TR ¦ οὐ περιπατοῦσιν οἱ μαθηταί σου TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂2 ἀνίπτοις RP f 35 TR ¦ κοιναῖς TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  13. Footnote * ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL
  14. Footnote * ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋2 βαπτισμοὺς … ποιεῖτε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  16. Footnote * ⸂ τηρήσητε RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ στήσητε NA27+28
  17. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ RP f 35 TR ¦ τῷ πατρὶ ἢ τῇ μητρὶ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ πάντα RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂2 Ἀκούετέ … συνίετε RP f 35 TR ¦ Ἀκούσατέ … σύνετε TNT2 WH NA NIV SBL
  21. Footnote * ⸉ αὐτὸν κοινῶσαι RP f 35 TR TNT2 ¦ κοινῶσαι αὐτόν WH NA NIV SBL
  22. Footnote * ⸂ ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ RP f 35 TR ¦ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά TNT2 WH NA NIV SBL
  23. Footnote * ⸋ ἐκεῖνά RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  24. Footnote * ⸋ Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  25. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τὸν NIV73
  26. Footnote * ⸂ περὶ τῆς παραβολῆς RP f 35 TR ¦ τὴν παραβολήν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ καθαρίζον RP f 35 TR ¦ καθαρίζων TNT2 WH NA NIV SBL
  28. Footnote * ⸉ μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί RP f 35 TR ¦ πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ Καὶ ἐκεῖθεν RP f 35 TR TNT2 ¦ Ἐκεῖθεν δὲ WH NA NIV SBL
  30. Footnote * ⸂2 μεθόρια RP f 35 TR ¦ ὅρια TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋ καὶ Σιδῶνος RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL
  32. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν TR
  33. Footnote * ⸂3 ἠδυνήθη RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἠδυνάσθη WH NA25
  34. Footnote * ⸂ Ἀκούσασα γὰρ RP f 35 TR ¦ Ἀλλ᾽ εὐθὺς ἀκούσασα TNT2 WH NA NIV SBL
  35. Footnote * ⸉ ἦν δὲ ἡ γυνὴ RP f 35 TR ¦ ἡ γυνὴ δὲ ἦν TNT2 ¦ ἡ δὲ γυνὴ ἦν WH NA NIV SBL
  36. Footnote * ⸂ ἐκβάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκβάλλῃ TR
  37. Footnote * ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂2 εἶπεν RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ καλόν ἐστιν RP f 35 SBL ¦ καλόν ἐστι TR ¦ ἐστιν καλὸν TNT2 WH NA NIV
  40. Footnote * ⸉2 βαλεῖν τοῖς κυναρίοις RP f 35 TR ¦ τοῖς κυναρίοις βαλεῖν TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋ Ναί RP f 35 TR TNT2 WH NA25 NIV73 ¦ – NA27+28 NIV11 SBL
  42. Footnote * ⸋2 γὰρ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  43. Footnote * ⸂ ἐσθίει RP f 35 TR ¦ ἐσθίουσιν TNT2 WH NA NIV SBL
  44. Footnote * ⸉ τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου RP f 35 TR TNT2 ¦ ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον WH NA NIV SBL
  45. Footnote * ⸂ τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP f 35 TR ¦ τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν RP ¦ ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν f 35 ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε TR ¦ ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂2 πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
  48. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋ εὐθέως RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
  50. Footnote * ⸂ διηνοίχθησαν RP f 35 TR ¦ ἠνοίγησαν TNT2 WH NA NIV SBL
  51. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εὐθὺς NA25
  52. Footnote * ⸂ εἴπωσιν RP f 35 TR ¦ λέγωσιν TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτοὶ TNT2 WH NA NIV SBL
  55. Footnote * ⸋ τοὺς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.